Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 38
Aristides, Aelius38 477.p1 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
477.p1
477.p1
οὔτε Φιλίππου θαυμάσαι τις ἂν, ὦ ἄνδρες Θηβαῖοι, τὰ εἰωθότα πράττοντος· πολὺ γὰρ πλείους ἐξαπατῶν ἢ τοῖς ὅπλοις κεχείρωται, ὃ καὶ νῦν καθʼ ὑμῶν ἐλπίζων πάρεστιν· ὅ τε δῆμος ὁ τῶν Ἀθηναίων τὴν εἰωθυῖαν ἑαυτῷ καὶ πάτριον τάξιν φυλάττων ἀπέστειλεν ἡμᾶς δεῦρο, εἰ μὲν ἀγνοεῖτε, ἐν ὅτοις εἴητε διδάξοντας, εἰ δʼ ἐπίστασθε, ὑφεξομένους τὴν βοήθειαν καὶ νὴ Δία δείξοντας ὁμοῦ τοῖς λόγοις. ὑμέτερον δʼ ἐστὶ μὴ χείρους γενέσθαι τῆς τύχης, μηδʼ ὅσα μὲν καθʼ ὑμῶν ὁ καιρὸς ἔχει συγκαταστῆσαι κύρια, ἃ δʼ ἀντίρροπα τούτων ὑπάρχει προεμένους ὕστερον ζητεῖν. ἓν μὲν οὖν εὖ ποιῶν ὡμολόγηκε Φίλιππος, τὰ πολλὰ ταῦτα καὶ θαυμαστὰ ἃ διεξῄεσαν ἀρτίως οἱ πρέσβεις, αὐτοῦ χάριν, οὐχ ὑμῶν εἰργάσθαι· οὐ γὰρ ἂν ἐνταῦθʼ ἔληγεν οὐδʼ ᾔτει ταῦθʼ ἅπερ νυνί. ὑμεῖς δʼ εἰ μὲν ἴσα ἀντʼ ἴσων ἀποδώσειν μέλλετε, οὐ νεμεσῶμεν, ἀλλʼ ἔστω ταυτὸν ἐκείνῳ τὸ δοκοῦν καὶ ὑμῖν δίκαιον· εἰ δʼ ἡ χάρις δουλεύειν ἐστὶν, οὐδέτερόν μοι δοκῶ γιγνώσκειν, οὔθʼ ὁποῖον τοιοῦτον ἐκεῖνος ὑμᾶς εὖ πεποίηκεν οὔθʼ ὅ τι τοσοῦτον μέμψασθε ὑμῖν αὐτοῖς, ὥστε τοσαύτην ἐθελοντὰς δοῦναι δίκην. σκέψασθε δʼ εὐθὺς ἀπʼ αὐτοῦ τούτου τὸ διάφορον τῆς πρεσβείας ἑκατέρας. Φίλιππος μὲν γὰρ ἀπέσταλκεν, αὑτῷ βοηθεῖν ἀξιῶν ὑμᾶς, ἡμεῖς δʼ ἥκομεν αὐτοὶ βοηθεῖν ὑμῖν ἐθέλοντες, ἐὰν δέχησθε. ὅτι δʼ οὐδὲν καινὸν οὐδʼ ἔξω τῶν εἰωθότων πράττομεν, ἕν τι τῶν πᾶσι γνωρίμων ἀναμνήσθητε. ὅτε γὰρ πρῶτον ἀπηλλάγητε Λακεδαιμονίων μετὰ τὴν πολλὴν ἐκείνην φιλίαν καὶ συνήθειαν, ἣν οὐχ ὑμεῖς ἐλύσατε, ἀλλʼ ἐκεῖνοι,

Intertext edge

Open linked passage

Note