Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 38
Aristides, Aelius38 478 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
478.p2
478.p2
ταυτὸν Φιλίππῳ διανοηθέντες περὶ ὑμῶν, τότε τῶν πάντων Ἑλλήνων οὐδεὶς, οὔθʼ ὅσοι τὴν Εὐρώπην οἰκοῦσι λέγω οὔθʼ ὅσοι τὴν Ἀσίαν, μεθʼ ὑμῶν ἐγένοντο πλὴν ἡμῶν τουτωνί· τοσοῦτον εἰς τὸ πρόσω προβέβηκε τὸ νῦν παρόν. τότε μὲν γὰρ ὑμῶν ἐλθόντων ὡς ἡμᾶς ὑπηκούσαμεν, νυνὶ δʼ ἥκομεν αὐτεπάγγελτοι, τὴν τῶν παρʼ ὑμῶν συμβούλων τάξιν εἰληφότες, εἰ δὲ βούλεσθε, προειληφότες. τοσοῦτον γὰρ ἡμῖν εἶναι δοκεῖ τὸ περιὸν τῶν φόβων ἁπάσῃ τῇ Ἑλλάδι ὥστε ἀγαπητὸν ποιούμεθα, εἰ καὶ προσδεηθείς τις οἷός τε ἔσται πεῖσαι τοὺς ὑπολοίπους ἐθελῆσαι σωθῆναι. καὶ ταῦτʼ οὐ νῦν πρῶτον γιγνώσκομεν, ἀλλὰ καὶ κατὰ τὴν τοῦ βαρβάρου τὸ πάλαι στρατείαν ἅπαντας ὅσους οἷοί τʼ ἦμεν ἐπηγείραμεν, καὶ οὐκ ᾐσχυνόμεθα ὑπὲρ τῶν κοινῇ συμφερόντων δεόμενοι.
478.p3
478.p3
πρὸς μὲν οὖν τοὺς ταὐτὰ γιγνώσκοντας ἡμῖν βραχὺς ἀρκεῖ λόγος καὶ τοσοῦτος ἴσως, ὅτι τοὺς ἱππέας καὶ τοὺς ὁπλίτας κατελείπομεν· πρὸς δὲ τοὺς οὔπω τοῦ μέλλοντος οὐδὲν ἐνθυμουμένους, ἀλλʼ ἔτι τῆς ἀπάτης καὶ τῶν ἐλπίδων ὄντας, ἓν μὲν ἐκεῖνο λέγω, ὅτι καὶ τοὺς λόγους αὐτοὺς βλάβος ἡγοῦμαι τοῖς πράγμασιν, εἰ μή τις αὐτοὺς ὡς εἰς ἐλάχιστον καταστήσει· ἔπειθʼ ὅσα καιρὸς ἤδη δίειμι. εἰ μὲν ἐν ὑμῖν πρώτοις ὁ Φίλιππος ἐκρίνετο, τῶν μὲν ἄλλων Ἑλλήνων εὐτύχημʼ ἂν ἦν· τοῦτο δʼ ὑμῖν ἴσως εἶχε κίνδυνον, οὐχὶ προειδόσιν οὐδʼ ἑορακόσιν ἔξω τὸν τρόπον αὐτοῦ. νῦν δὲ τὰ τῶν ἄλλων πταίσματα ὑμῖν ἐν εὐτυχίας γενέσθω μέρει, καὶ τοὺς λόγους τοὺς παρʼ ἀμφοτέρων ἀνελόντες τοῖς ἔργοις τοῖς ἐκείνου πιστεύσατε. ὡς μὴ ὤφελε μὲν τοιαῦτα ὑπάρχειν τοῖς Ἕλλησιν ἀπʼ ἀλλήλων παραδείγματα, ἀλλὰ πάντας ἐν ἡσυχίᾳ μετʼ εὐδαιμονίας τὰς πόλεις οἰκεῖν. τὸ δὲ μηδʼ ἐξ ὧν ἑοράκαμεν ἀξιοῦν πεπαιδεῦσθαι πᾶσα ἂν εἴη συμφορά. ἦν ὅτʼ ἦσαν Ὀλύνθιοι. τούτοις πῶς ἐχρῆτο Φίλιππος; ἐγὼ μὲν οἶμαι φιλανθρωπότερον ἢ ʼκείνοις ἦν δεομένοις. καὶ πάντα μὲν τίς ἂν εἴποι; ἀλλʼ εἶχον μὲν τὸν Ἀνθεμοῦντα τῆς ἐκείνου χώρας, οὗ μηδʼ ἐπιβῆναι πρόσθεν αὐτοῖς ἦν. οὕτω δὲ πλείω

Intertext edge

Open linked passage

Note