Orationes 38
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
479.p4
479.p4
λόγον τῆς πρὸς ἐκείνους φιλίας ἢ τῆς πρὸς ἡμᾶς ἔχθρας ἐποιεῖτο ὥστε Ποτίδαιαν ἡμῶν ἀποστερήσας ἐκείνοις ἔδωκε, καὶ τὸν μὲν κίνδυνον αὑτοῦ, τὸ δʼ ἆθλον ἐκείνων ἐποιήσατο. τί οὖν ἐλυσιτέλησε τοῖς Ὀλυνθίοις ταῦτα; ἦ καλούς τινας ἤνεγκε τοὺς καρπούς; ἀλλʼ ὁ πρόσθεν ἃ μηδεὶς ᾔτει διδοὺς, οὗτός ἐστιν ὁ μηδὲν ὕστερον λιπὼν αὐτοῖς, ἀλλʼ ἀντὶ μὲν τοῦ τότε δοῦναι τὴν Ποτίδαιαν αὐτοὺς οὐ παραδοὺς ἑτέροις, ἀλλʼ ἀνελὼν ὅλως, ἀντὶ δὲ τοῦ στῆσαι τὴν πλεονεξίαν ἐν Ὀλύνθῳ δύο καὶ τριάκοντα πόλεις ἐπιλαβὼν καὶ τὴν Σκυθῶν ἐρημίαν τοῖς ἐπὶ Θρᾴκης Ἕλλησι ποιήσας. καίτοι πρὸς θεῶν πόσου ποτʼ ἂν ἡγεῖσθε πρίασθαι τοὺς Ὀλυνθίους, ἡνίκʼ ἀπώλλυντο καὶ τὰ πολλὰ καὶ δεινὰ ἐκεῖνα ἔπασχον, ἐκγενέσθαι γνῶναι ταῦθʼ ἑαυτοῖς πρότερον καὶ βουλεύσασθαι βέλτιον περὶ τῶν πραγμάτων; ἐγὼ μὲν οἶμαι τοῦ παντός. τοῦτο τοίνυν ἐκείνοις μὲν, ὡς ἔοικεν, οὐκ ἐξεγένετο, ἀλλʼ ἅμʼ ἐγίγνωσκον καὶ ἀπολώλεσαν. ὑμεῖς δʼ ἕως ἐστὲ κύριοι, χρήσασθε τῷ παραδείγματι καὶ μὴ βούλεσθʼ ἑτέροις αὐτοὶ γενέσθαι τῶν ὁμοίων. ἀλλʼ ὅταν ὑμῖν τὸ Τιλφωσσαῖον καὶ ἡ τῶν Φωκέων χώρα θαυμαστόν τι κέρδος φαίνηται, τότε τὴν ὑμετέραν αὐτῶν πόλιν καὶ χώραν καὶ ἱερὰ καὶ τάφους καὶ ἔθη καὶ δόξαν καὶ πάνθʼ ὅσα τοιαῦτʼ ἂν εἴποι τις ἀντιθέντες κρίνετε, καὶ ἐρωτᾶτε ὑμᾶς αὐτοὺς, εἰ οὐ πλείονος ἄξια· ὧν πάντων, εἰ πρὸς ἐκεῖνα βλέψετε, στέρεσθαι πρόκειται. ἄτοπον γὰρ τοῖς μὲν δανείζουσι μὴ ὅπως χάριν ἔχειν, ἀλλὰ μηδὲ προσελθεῖν ἐθέλειν πρῶτον, ἂν ἐπὶ πολλῷ τοῦτο ποιῶσι, τοῖς δʼ ἐπὶ τοιούτῳ τῷ τέλει χαριζομένοις καὶ τοσαῦτʼ ἀνταπαιτοῦσι μὴ μῖσος μηδʼ ἀπιστίαν ἀξιοῦν παρὰ πάντων ὀφείλεσθαι. ἐνθυμεῖσθε δὲ τοῖς τῶν Ὀλυνθίων ὁμοιοῦντες τὰ ὑμέτερʼ αὐτῶν, πλὴν τῆς τύχης. μὴ γὰρ εἰ τὰ ὀνόματα ἕτερα τῶν χωρίων, τά γε πράγματα ἡγεῖσθε διαφέρειν. ἀλλʼ ἢ ἔδωκεν ἐκείνοις δωρεὰς ὥσπερ ὑμῖν, ἢ οὐκ ἔδωκε; καὶ πολλάς. καὶ συνήνεγκεν ἐκείνοις εἰς τέλος, ἢ οὐ συνήνεγκε;
479.p5
479.p5
φέρε δὴ κἀκεῖνο σκέψασθε πῶς αὖ πρὸς ἡμᾶς εἶχον κατʼ ἐκείνους τοὺς χρόνους οἱ Ὀλύνθιοι. ὡς ἂν μάλιστα Φίλιππος ηὔξατο, προσθήσω δὲ καὶ διέθηκεν· ἠπίστουν,