Orationes 38
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
480.p6
480.p6
ἐμίσουν, οὐδʼ ὄνομʼ ἠνείχοντο. τί οὖν; ἐπεὶ πρὸς τὸν εὐεργέτην ἐκινδύνευον καὶ περιειστήκει κακῶν αὐτοὺς Ἰλιὰς, τίνες αὐτοῖς ἧκον εἰς σωτηρίαν; οὐδένες οὔτε πρὸ ἡμῶν οὔτε μεθʼ ἡμᾶς. ἀλλʼ ἐνταῦθα καὶ κάλλιστα ἐδείχθη τὸ μέσον τῆς τε ἡμετέρας καλοκἀγαθίας καὶ τῆς ἐκείνου πλεονεξίας. οἱ μὲν γὰρ ἐν ἐχθρῶν μοίρᾳ κριθέντες ὑπʼ αὐτῶν, ἡνίκʼ ἀληθινῶν φίλων ἐδέησε, παρῆμεν πρῶτοι καὶ μόνοι, ὁ δὲ πάντʼ ἐλάττω διδοὺς ἢ ἐβούλετο, οὑτοσὶ πάντα συλλαβὼν εἶχεν, αὐτοὺς, τὰ ὅπλα, τὴν πόλιν, τὴν χώραν· καὶ διὰ μέν γε Φίλιππον ἠρήμωνται, διὰ δὲ τὴν ἡμετέραν ἀρετὴν οἱ διαφυγόντες Ἀθήνησι σώζονται. ἆρʼ οὐχ ἡμεῖς πολέμιοι βελτίους ἢ Φίλιππος φίλος καὶ πλείω χάριν ἡμῖν τῆς ἔχθρας ἢ Φιλίππῳ δεῖ τῶν εὐεργεσιῶν ἔχειν; καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν ὡς ὑμεῖς τι τοιοῦτον ἐνδείξεσθε φιλανθρώπευμα Φιλίππῳ, διὸ καὶ παρὰ τὴν ὑπάρχουσαν φύσιν αὐτῷ φείσαιτʼ ἂν ὑμῶν. οὔτε γὰρ τῆς ἀξίας τῆς ὑμετέρας τοὺς ἔξω θαυμάζειν οὔθʼ ὑπερβάλλοισθʼ ἂν Ἀμφιπολίτας καὶ Πυδναίους, ὧν οἱ μὲν ἔθυον ὡς θεῷ, οἱ δὲ τοῦ πατρὸς αὐτοῦ νεὼν εἶχον δεικνύναι. ἀλλʼ ὅμως τοὺς μὲν ἐξέβαλεν, ἡνίκʼ αὐτῶν ἦν διακορὴς, τοὺς δʼ ἀπέσφαττεν ἐν τῷ νεῷ τοῦ πατρὸς, ὀμνὺς ἔτι, καὶ τὰς σπονδὰς αἱ σφαγαὶ κατελάμβανον. καίτοι μὴ νομίζετʼ αὐτὸν τοῖς μὲν ἔξω Πυλῶν καὶ τοῖς ἐπὶ Θρᾴκης ἐποικοῦσιν οὕτω χαλεπῶς ἔχειν καὶ φθονεῖν, οἳ τίνος αὐτοὺς εἶναι δεῖ σκοποῦντες ἀεὶ διαγεγόνασιν, ὑμῶν δὲ τῶν σὺν ἡμῖν τοῖς Ἕλλησιν ἐξεταζομένων καὶ ὧν οἱ τῶν Ἑλλήνων ποτʼ ἄρχοντες μίαν πληγὴν οὐχ ὑπήνεγκαν μηδένα ποιεῖσθαι λόγον, ἀλλʼ ἡδέως ἂν ἄμεινον ὁρᾶν πράττοντας ἢ ʼκείνῳ συμφέρει· οὐχ οὕτω ταπεινὸν οὐδὲν σύνιστε ὑμῖν αὐτοῖς, ὥστε ἢ μὴ δεῖσαι τὸν Φίλιππον, ἢ μὴ πιστεύειν ἐκείνῳ τοῦτʼ ἐνεῖναι πρὸς ὑμᾶς, ἀλλʼ ἐξ ὧνπερ ἡμᾶς, ἐκ τῶν αὐτῶν οἶμαι καὶ ὑμᾶς κρῖναι πολεμίους. ἡμᾶς τε γὰρ οἶδεν οὐδαμῶς ἂν ὑπείξοντας ἐν δούλων μοίρᾳ ὑμᾶς τε ἑτέρους τοιούτους ὑπολαμβάνων ἐχθροὺς