Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 38
Aristides, Aelius38 481 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
481.p7
481.p7
εἰκότως ἡγεῖται. εἰ μὲν οὖν οὐδʼ ἐφʼ ἡμᾶς ἔρχεται, ἀλλὰ ψεύδεται κατὰ τοῦτο τὸ μέρος, θάτερον αὐτῷ πιστεύετε, ὡς οὐδὲν ὑμῖν γε ὑπεναντίον πράξει· εἰ δʼ οἷς γε ὡμολόγηκεν οὐκ εἰκὸς ἀπιστεῖν, τοῖς αὐτοῖς καὶ περὶ ὧν ἔξαρνός ἐστιν ἐλέγχεται. ὥστε δυοῖν θάτερον, εἰ μὲν οὐ πολεμήσετε, δουλεύσετε, εἰ δʼ οὐκ ἀξιώσετε δουλεύειν, πολεμήσετε. καὶ μὴν εἰ μὲν τὸ φιλανθρώπως ἔχειν ποτὲ κωλύει τὰς ἐπιβουλὰς, οὐδὲ πρὸς ἡμᾶς αὐτῷ νῦν ἐστι πόλεμος, ἐπεὶ καὶ ἡμῖν αἰχμαλώτους ποτʼ ἀφῆκε καὶ φιλίας συνέθετο· εἰ δʼ ἡ πλεονεξία δεινὸν, τί λέγειν δεῖ τοὺς Φωκέας; οὐ γὰρ ὑπὲρ τῶν ὑμῖν συμφερόντων ἀνεῖλε τοὺς Φωκέας, οὒ, ἀλλʼ ἀφορμῆς ἕνεκα τοῖς αὑτοῦ πράγμασιν, οὐδʼ ἵνʼ ὑμᾶς ἰσχυροτέρους ποιήσειεν, ἀλλʼ ἵνα τοὺς Ἕλληνας ἀσθενεστέρους κοινῇ, εἰ μὴ καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ὑπὲρ ὑμῶν ἀνῃρηκέναι φήσει, καὶ Θετταλίαν ἅπασαν ἔχειν φρουραῖς καὶ τετραδαρχίαις κατειληφὼς, ἵνʼ ὑμεῖς ἀκριβῶς τὴν πολιτείαν φυλάττητε, καὶ Μεγάροις ὑπὲρ ὑμῶν ἐπιχειρῆσαι, καὶ τὴν Εὔβοιαν ἀφαρπάζειν διʼ ὑμᾶς, καὶ τἀν Πελοποννήσῳ σκευωρεῖσθαι καὶ σφαγὰς ποιεῖν, ἵνʼ ὑμεῖς ὡς ἥκιστα κινδυνεύητε, καὶ Παίοσί γε καὶ Τριβαλλοῖς καὶ τοῖς ἔξω τῶν ἄρκτων ἐνοχλεῖν καὶ πᾶσιν ἀνθρώποις παρέχειν πράγματα, ἵνʼ ἡ τῶν Θηβαίων πόλις εὐθενῇ καὶ μηδὲν αὐτῇ φοβερόν ποτʼ ἐκ τῆς ὑπερορίας ἐπιστῇ, καὶ νῦν ἐπʼ Ἀθηναίους ὑπὲρ ὑμῶν ἔρχεται· πάνυ γε ὡς ἐκ τῶν ἄλλων δείκνυται.
481.p8
481.p8
τί ποτʼ οὖν βουλόμενος οὐ προσομολογεῖ τὸ καθʼ ὑμῶν, ἀλλʼ ἀποκρύπτεται; μάλιστα μὲν, ὦ ἄνδρες Θηβαῖοι, Φίλιππος ἐξῄρηκε τοὺς κήρυκας ἐκ τῶν πολέμων καὶ μέχρι τοῦ θεάτρου μόνου χρῆται. ἡγεῖται γὰρ, οἶμαι, πολλὴν εἶναι φλυαρίαν ἐν μὲν τοῖς γυμνικοῖς· ἀγῶσι μὴ προλέγειν τὰ παλαίσματα μηδὲ τί δεῖ φυλάξασθαι, ἐν δὲ κατασκευῇ πολέμου καὶ συστάσει πραγμάτων προπέμπειν τὸν κωλυτὴν ὥσπερ δεδοικότα ὑπὲρ τῶν πολεμίων. οὔκουν οὔτʼ Ὀλυνθίοις προεῖπεν ἃ ἐβούλετο, πρὶν ὥσπερ τι νόσημα αὐτῶν καὶ δὴ τῶν σωμάτων ἥπτετο, εἴς τε Φωκέας

Intertext edge

Open linked passage

Note