Orationes 38
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
482.p9
482.p9
παριὼν τὴν τοῦ φίλος αὐτοῖς ἔρχεσθαι δόξαν προκαθίει. εἰ μὲν οὖν, οἶμαι, καὶ νῦν ὑμῖν οἷός τʼ ἦν σιωπῇ προσελθεῖν, πλείστου τοῦτʼ ἂν ἐτιμήσατο, ἐπεὶ δʼ ἀναγκαῖον ἦν φανερὸν γενέσθαι διὰ τῆς Βοιωτίας βαδίζοντα, τὰ μὲν τῆς ἀνάγκης ἥττηται, τὰ δὲ τῇ φύσει χρῆται, καὶ φησὶν ἐφʼ ἡμᾶς ἔρχεσθαι, οὐχ ἵνʼ ἐξείπῃ τὸν πόλεμον τὸν πρὸς ἡμᾶς, ἀλλʼ ἵνα τὸν πρὸς ὑμᾶς ἐπικρύψηται, νομίζων οὐ μικρὸν διαφέρειν πρὸς ἀμφοτέρους, ἢ πρὸς τοὺς ἑτέρους ἀγωνίζεσθαι. ἂν δὲ δὴ καὶ τοῦτʼ αὐτῷ προσυπάρξῃ τὸ πρὸς οὓς ἔδει κινδυνεύειν αὐτὸν μεθʼ ἡμῶν ὄντας, μετὰ τούτων ἡμῖν ἐπέρχεσθαι θαυμαστὸν εἶναι τὸ εὕρημα. διὰ ταῦτʼ ἐκεῖνο μὲν ὡμολόγηκε, τοῦτο δʼ ἀρνεῖται. πρὸς δὲ τούτοις ὑπελάμβανεν, εἰ μὲν ἄντικρυς ὑμῖν πολέμου νόμῳ συμπλέκοιτο, ἡμᾶς ἀφίξεσθαι καὶ διακωλύσειν, εἰ δὲ διαστήσαι τὰς πόλεις, ὑμᾶς μὲν ἕξειν πρὶν ἀντᾶραι, πρὸς δὲ ἡμᾶς παρατάξεσθαι μόνους. πράττει δὲ οὐ νῦν πρῶτον τοῦτο, ἀλλʼ ἐξ ἅπαντος τοῦ χρόνου καὶ διὰ πάντων πραγμάτων, ὅπως μηδέποθʼ αἱ πόλεις ἐν ταὐτῷ γενήσονται· ἐπεὶ καὶ τῶν περὶ Φωκέας τότε πραγμάτων προϊόντων εἰς χρόνον, προειδὼς ὅτι χρήσεσθε ἡμῖν συμμάχοις ὥσπερ εἰώθειτε, ἀμφοτέρους ἐξέκρουσεν, ἡμῖν μὲν εἰρήνην προβαλὼν, ὑμᾶς δʼ ὡς φίλους προσέμενος. τότε μὲν τοίνυν ἀρχαϊκῶς ἀμφότεροι καὶ φαύλως ὑπήχθημεν, νῦν δὲ φανῶμεν μὴ χείρους ἐκείνου λογίζεσθαι. ἀλλʼ ὅμως ἀπαιτεῖ χάριν ὑμᾶς τῆς αὑτοῦ πλεονεξίας αὐτὸς ἅπασαν ἀνῃρηκὼς τὴν χάριν. ὃς γὰρ ἀνθʼ ὧν τότε μικρὸν ἔδωκε, νῦν ἥκει πάνθʼ ἁπλῶς ὑμᾶς ἀφαιρησόμενος, τίνʼ αὑτῷ λέλοιπε παρʼ ὑμῖν χάριν; ὥσπερ ἂν εἰ καὶ Φωκέας ἐπιχειροῖ χάριν ὧν πεπόνθασιν ἀπαιτεῖν. οὐ γὰρ εἰ καὶ Φωκέας ἀνεῖλε, διὰ τοῦθʼ ὑμῖν εὐμενῶς ἔχειν αὐτὸν ἡγεῖσθαι προσήκει, ἀλλʼ ὅτι καὶ Φωκέας ἀνεῖλε καθʼ ὑμῶν, καὶ νῦν ὑμῖν ὡς τότʼ ἐκείνοις βούλεται χρῆσθαι καὶ φυλάξασθαι καὶ μὴ διʼ ἐκεῖνα καὶ ταῦτα συγχωρεῖν, ἀλλʼ ἐκ τῶν νῦν τούτων κἀκεῖνα μισῆσαι.