Orationes 38
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
483.p10
483.p10
ἀλλὰ μὴν πρός γε τὰς αἰτίας καὶ τὰς διαβολὰς, αἷς ἐχρήσαντο καθʼ ἡμῶν οἱ πρέσβεις, ἐνθυμεῖσθʼ ὅτι πρῶτον μὲν ἑαυτοῖς περιπίπτουσιν, εἰ τἀληθῆ λέγουσιν. εἰ γὰρ ἡμεῖς ἀλλήλων ἔχομέν τι κατηγορῆσαι, ἡμῶν ταῦτʼ ἂν εἴη πρὸς ἀλλήλους διαφορὰ, ἀλλʼ οὐ τοῦ μηδὲν μετέχοντος τῶν ἐγκλημάτων. ὥστʼ οὐκ ἐκεῖνον πέμπειν ὡς ὑμᾶς παροξυνοῦντα προσῆκεν, ἀλλʼ ὑμᾶς εἴπερ ᾤεσθε δεῖν μνησικακεῖν, κἀκεῖνον καὶ πάντας ὅσους ἠδύνασθʼ ἐφʼ ἡμᾶς καλεῖν. ὅτε δʼ αὐτοὶ καθʼ ὑμᾶς αὐτοὺς σωφρονεῖν ἐπίστασθε, πῶς ἐκείνῳ γε ταράττοντι προσέξετε; εἰ μὴ τοῦτό τις εἴποι, ὡς ὑπὲρ μὲν ὑμῶν αὐτῶν πράως οἴσετε, ὑπὲρ δʼ ἐκείνου μνησικακήσετε, καὶ ταῦτʼ ἐν οἷς ὑμεῖς, οὐκ ἐκεῖνος, ὕβρισθε, εἴ γε δεῖ τι τούτων εἰπεῖν. ἔπειτα κἀκεῖνο σκοπεῖτε, ὅπως μὴ ἅμα θʼ ὑμεῖς ὀργιζόμενοι φανήσεσθε καὶ τὴν δίκην παρʼ ὑμῶν αὐτῶν εἰληφότες, καὶ τοσούτῳ χείρους ἡμῶν περὶ ὑμᾶς αὐτοὺς γεγενημένοι, ὥσθʼ ἡμεῖς μὲν ἥκομεν συσσώζειν ὑμῖν ὄντες ἕτοιμοι τὰ πράγματα, ὑμεῖς δὲ—τί δʼ ἄν τις λέγοι τὸ βλάσφημον; καὶ γὰρ εἰ μὲν τούτων ἕνεκα ὅσα πώποθʼ ὑμεῖς ἐμέμψασθε καὶ διʼ ἅ φασι δεῖν ὑμᾶς ἀγανακτεῖν ὁ Φίλιππος ἐπέρχεται, δῶμέν τι λέγειν τούτοις· εἰ δʼ ὑπὸ τοῦ μὴ δύνασθαι κατέχειν ἑαυτὸν, δειξάτω Πύθων, εἰ καὶ ὑμῶν αὐτῶν τι τοσοῦτον κατεγνώκατε, ὥστε μνησικακοῦντες ὑμῖν αὐτοῖς ὀρθῶς ἂν ἡγεῖσθαι βουλεύεσθαι. χωρὶς δὲ τούτων ἅπαντας ἂν οἶμαι συμφῆσαι τὸ μὲν ἡμᾶς ὄντας Ἕλληνας καὶ ὁμοφύλους ἐρίζειν πρὸς ἀλλήλους ὑπὲρ ἀρχῆς καὶ τάξεως ἀνεπίφθονον εἶναι καὶ τῶν νενομισμένων, τὸν δʼ ὅλως ἀλλότριον μηδεμιᾶς ὀργῆς μηδʼ ἔριδος χρῆναι προσίεσθαι, ἀλλὰ τὸν αὐτὸν τρόπον ὥσπερ ἂν εἰ δύʼ ἀδελφοὶ πρωτείων ἠμφισβήτουν ἐν σφίσιν αὐτοῖς, ἕν γʼ ἂν ἐκεῖνο ταυτὸν ἐγίγνωσκον, εἴ τις ξένος καὶ μηδὲν προσήκων ἐβιάζετο, κοιναῖς ταῖς θύραις ἀποκλείειν, οὕτως ἐπὶ τῶν Ἑλληνικῶν μηδενὶ τῶν ἔξωθεν λαβὴν εἶναι τὰ καθʼ ἡμᾶς αὐτοὺς ἀπόρρητα· —οὕτω γὰρ καὶ λέγειν ἄξιον περὶ αὐτῶν—ἀλλὰ νομίζειν τοὺς μὲν τῶν Ἑλλήνων πρὸς ἀλλήλους πολέμους καὶ τὰ ἐγκλήματα ταῖς