Orationes 38
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
484.p11
484.p11
στάσεσι προσεοικέναι, καὶ δεῖν μάλιστα μὲν, εἰ οἷόν τε, σκοπεῖν ὅπως μὴ συμβήσεται, εἰ δʼ ἄρα, τὴν ταχίστην ἀπαλλάττεσθαι, τὸν δὲ πρὸς τοὺς βαρβάρους καὶ πάλαι κακόνους πόλεμον φύσει προσειρῆσθαι, καὶ μὴ καιρῶν εἶναι ταῦτα νοσήματα καὶ φορὰν, ἀλλʼ ἀθανάτους ἑστάναι τούτων τοὺς ὅρους, ὥσπερ ὅταν τῳ χρέος ὀφείληται. ὅλως δʼ εἰ μὲν ἔξεστι μνησικακεῖν, δίκαιον μὲν οὒ, χρῆσθε δʼ, εἰ βούλεσθε, τούτῳ· εἰ δὲ κρείττων ὁ καιρὸς τῆς τοιαύτης μικροψυχίας, ἐπὶ θάτερα συμβούλῳ τῷ Φιλίππῳ χρησώμεθα καὶ νομίσωμεν ἥκειν αὐτὸν οἷον ἀκούσιον διαλλακτήν. ἡμῖν μέν γε εἰ μηδὲν ἄλλο, μέμψασθαί γε τὸ κοινὸν τοῦτο ἔχοι τις ἄν. Φίλιππος δὲ οὐδαμοῦ καταλείπει τὸν οἷα πέπονθεν ἐροῦνθʼ ὑφʼ αὑτοῦ οὕτω κακῶς ἀπολογεῖσθαι περὶ τούτων μελετᾷ.
484.p12
484.p12
καὶ μὴν εἰ μὲν ἐν αὐτοῖς τοῖς καιροῖς τῶν ἐγκλημάτων ἐμέλλετε ἀγνωμονήσειν τι πρὸς ἡμᾶς, τάχʼ ἄν τις ἦν συγγνώμη· νῦν δὲ σκέψασθε οἷα παιδεύουσιν ὑμᾶς, ὡς οὔτε δίκαια οὔθʼ ὑμῖν συμφέροντα. εἰ γὰρ ἡνίκα μὲν διʼ ἀπεχθείας ἀλλήλοις ἦμεν, κατείχετε ὑμᾶς αὐτοὺς, ὅτε δʼ ἔργῳ πάντα ὑφʼ ἡμῶν λέλυται καὶ συστρατεύεσθαι βουλόμενοι πάρεσμεν, τηνικαῦτα ὀργιεῖσθε, σκοπεῖσθε μὴ θάτερον οὗ βούλεσθε ποιήσητε. οὐ γὰρ τοῖς ἀδικοῦσι δόξετε μνησικακεῖν, ἀλλὰ τοῖς εὖ ποιεῖν προῃρημένοις ὀργίζεσθαι. καὶ μὴν ἀμφοτέροις οὕτω γʼ ἂν ἐναντίως τοῦ δέοντος χρήσαισθε, [καὶ ὑμῖν ἀμφοτέρως τοῦ δέοντος ἐναντίως] τὸν μὲν καθʼ ὑμῶν ἥκοντα τῶν ὑπὲρ ὑμῶν προκρίναντες, ἡμῖν δʼ αὖ μετριώτερον ἐχθροῖς οὖσιν ἢ φίλοις χρώμενοι. πάντων δʼ ἀτοπώτατον τὰ μὲν ἐγκλήματα κοινὰ ἑκατέρωθεν εἶναι, τὸ δʼ ὀργίζεσθαι παρʼ ὑμῖν μόνοις, καὶ ταῦτα τοῦ στρατεύματος ὄντος οὐκ ἐπὶ ζωστῆρι οὐδʼ ἐν μεθορίοις τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας, ἀλλʼ ἐν μεθορίοις τῆς Φωκίδος καὶ τῆς ὑμετέρας, ἐν προθύροις οὑτωσὶ τῶν Θηβῶν, ὥστε με φρίττειν νυνὶ περὶ ταῖς πύλαις. τί ποτʼ οὖν ὑμετέρου τοῦ πράγματος ὄντος ἡμεῖς ἥκομεν τεταραγμένοι; μάλιστα μὲν οἶμαι τύχη τις ἀμφοῖν ταῖν πόλεσιν ἀγαθὴ στρατηγεῖ, ἔπειτʼ αἴσχιστον ἦν ἔργῳ