Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 38
Aristides, Aelius38 485 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
485.p13
485.p13
μὲν σώζειν ὑμᾶς ἐγνωκέναι, λόγῳ δʼ ὀκνῆσαι διδάξαι τὰ δέοντα, ἄλλως τε καὶ προσδοκίας οὔσης ἐγχειριεῖν ἐκεῖνον διαστρέφειν τἀληθὲς, ὅπερ εὑρήκαμεν. πρὸς μὲν οὖν τὴν πρεσβείαν, οἶμαι, τὴν παρʼ ἐκείνου πρέσβεων ἡμετέρων ἔδει, τῷ δὲ στρατεύματι στράτευμα ἀντιπροσέρχεται. εἰ δέ τις ἡγεῖται παράδοξον ἡμᾶς ὑπὲρ ὑμῶν πεφοβημένους ἥκειν, ἐνθυμείσθω κἀκεῖνο, ὡς παράδοξον Φίλιππον ἐφʼ ἡμᾶς ὑπὲρ τῶν ὑμετέρων ἐγκλημάτων ἔρχεσθαι. μὴ τοίνυν δυοῖν παραδόξοιν ὃ μέν ἐστι καθʼ ὑμῶν ἰσχυρὸν ποιήσητε, ὃ δʼ εἰς σωτηρίαν ὑπάρχει διαφθείρητε. ἡμεῖς δὲ πῶς οὐκ ἐμέλλομεν αἰσχυνεῖσθαι, εἰ Βυζαντίους μὲν πρώην ἀφειλόμεθα κινδύνου καὶ Περινθίους καὶ Χερρονησίτας, ἔτι δʼ Εὐβοέας καὶ Χαλκιδέας, τό γʼ ἐφʼ ἡμῖν, ἔχοντες εἰπεῖν περὶ πάντων τούτων ὡς οὐ κάλλισθʼ ἡμᾶς ἐδεδράκεσαν, ὑμᾶς δὲ ψυχρῶν ἂν ἕνεκʼ ἐγκλημάτων περιίδοιμεν πᾶσι τοῖς οὖσι κινδυνεύοντας· ὧν τίς συνηθέστερος ἡμῖν ἐν ἅπασι τοῖς Ἕλλησι; θαυμάζω δὲ Πύθωνος, εἰ τῶν μὲν δυσχερῶν ὑμᾶς ἀξιοίη μνημονεύειν ἃ παρʼ ἀμφοτέρων ἀκουσίως γεγένηται, τῶν δʼ εἰς οἰκειότητα καὶ πίστιν φερόντων ἐκ τοῦ παντὸς χρόνου τοσούτων τὸ πλῆθος οὐχὶ νομίζει ποιήσεσθαι λόγον, καὶ ταῦτα πάντων ἀνθρώπων συνειδότων ὡς ἐν καλῷ γεγόνασιν ἀλλήλαις ἐπὶ τῶν χρειῶν αἱ πόλεις. ὡς μὲν οὖν Οἰδίπουν ἐδεξάμεθʼ ἡμεῖς καὶ ὡς Διόνυσος παρʼ ὑμῶν ὁρμηθεὶς Ἰκαρίῳ συγγίγνεται, καὶ τὴν δωρεὰν ἣν ἔδωκε, καὶ ὡς Ἡρακλῆς ἐμυήθη ξένων πρῶτος, καὶ ὡς πρῶτοι νεὼν ἱδρυσάμεθʼ αὐτῷ, καὶ τῶν παίδων ὡς προὔστημεν, καὶ πάνθʼ ὅσα τοιαῦτα, ἐάσομεν· ἀλλʼ ὧν ἔτι ζῶσιν οἱ μάρτυρες, τοῦτο μὲν ἡμεῖς ὅτʼ ἠτύχησεν ὁ δῆμος, ὡς δεῦρʼ ἐλθόντες πατρίδα τὰς Θήβας εἴχομεν, καὶ Λακεδαιμονίων μετὰ τοῦτο κελευόντων ὑμᾶς συνεμβάλλειν εἰς τὴν Ἀττικὴν ἅπαντες ἀπεψηφίσασθε, τοῦτο δʼ ὑμεῖς, ἡνίκʼ αὖθις ἐφʼ ὑμᾶς ἐβάδιζον Λακεδαιμόνιοι, τοσοῦτον ἀπέσχομεν τοῦ στρατεῦσαι μετʼ ἐκείνων, ὥστʼ ἀτειχίστου τῆς πόλεως οὔσης ἐκστρατευσάμενοι καὶ μάχῃ νικήσαντες μεθʼ ὑμῶν ἠλευθερώσαμεν τὴν

Intertext edge

Open linked passage

Note