Orationes 38
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
486.p14
486.p14
Βοιωτίαν, ἀνάγκῃ μὲν οὐδεμιᾶς συμμαχίας, γνώμῃ δʼ ὑμᾶς εὖ ποιεῖν ἑλόμενοι. καὶ πάλιν τῆς εἰρήνης γενομένης τῆς ἐπὶ Ἀνταλκίδου, καὶ Φοιβίδου τὴν Καδμείαν καταλαβόντος, τήν τε φυγὴν ἐδεχόμεθα καὶ ἐπειδὴ τῶν ὅπλων ἔδει, παρῆμεν πανδημεὶ, καὶ οὐκ ἔφθημεν ἐλθόντες, καὶ Λακεδαιμονίους ὑποσπόνδους ἀπηλλάξαμεν, καὶ μυρία ἄν τις ἔχοι λέγειν, ὡς ἀγαθὴ τύχη πεφύκασιν αἱ πόλεις ἀλλήλαις.
486.p15
486.p15
οὐ τοίνυν μόνον πόλει πρὸς πόλιν ἡμῖν πλεῖστα ὑπάρχει πρὸς ἀλλήλους, ἀλλὰ καὶ τῶν ἰδίων φιλιῶν τὰς παρʼ ὑμῶν τε καὶ ἡμῶν ἰσχυροτάτας εἶναι συμβέβηκε. τί γὰρ ἐνδοξότερον τῆς Ἡρακλέους καὶ Θησέως ἑταιρίας, ἢ τί μᾶλλον τοῖς Ἕλλησιν ἐν καιρῷ; οἳ σκευήν τε τὴν αὐτὴν ἐφόρησαν καὶ ταὐτὰ γνόντες ἡμέρουν τὴν γῆν. καὶ ὅτε τοίνυν Ἡρακλεῖ φίλου ἐδέησε, Θησεὺς αὐτὸν Ἀθήναζε ἀγαγὼν ἀνακτᾶται. ὡς ἔδει γε, ὦ Ζεῦ καὶ Πόσειδον καὶ πάντες θεοὶ, νῦν ὡς ἀληθῶς, νῦν τῆς ἐκείνων συστάσεως καὶ μελέτης καὶ φιλοτιμίας. οἶμαι γὰρ οὔτε τὴν ἐπʼ Ἀμαζόνας στρατείαν οὔτʼ ἄλλον οὐδένα ἂν αὐτοὺς προελέσθαι πόλεμον, πρὶν μίαν ταυτηνὶ κεφαλὴν κοινῇ συνεξελεῖν, ἧς οὔτε Ἰσθμὸς ἀπείρατος οὔτε ἔθνος οὐδὲν, ἀλλὰ καὶ γῆ καὶ θάλαττα ἐπιλείπει λῃστευομένη. νῦν τοίνυν ἐκεῖνοι μὲν ἀθλοθέται τοῦ πολέμου, ἀγωνισταὶ δʼ ἡμεῖς ἐξ ἁπάντων προὐκρίθημεν. τί οὖν οὐ μιμούμεθα τοὺς ἀρχηγέτας; καλὴν μὲν οὖν, ὦ ἄνδρες Θηβαῖοι, κἀκείνην κοινωνίαν συνέστημεν, ἧς μικρῷ πρόσθεν ἐμνήσθην, ἡνίκα Λακεδαιμονίους γῆς καὶ θαλάττης ἄρχοντας οὐ κατεδείσαμεν· οὐ μὴν ἐγένετο ἡμέρα τῆς ἐπιούσης ταύτης ἀναγκαιοτέρα οὐδὲ καιρὸς ἀμείνων οὐδʼ ἐν ᾧ μᾶλλον ἔδει συστῆναι καὶ πόλεις καὶ ἥρωας καὶ θεοὺς αὐτούς. ἀνὴρ ὑβριστὴς ἐκ τοῦ βαράθρου τῆς γῆς ὁρμώμενος κακῇ μοίρᾳ τῶν Ἑλλήνων, μᾶλλον δʼ αὑτοῦ τραφεὶς, κωμάζει συχνὸν ἤδη χρόνον οὐ φορητὰ, πόλεις ἀναιρῶν, πολιτείας μετατιθεὶς, φυγὰς ἐναλλάττων, ἐμβατεύων εἰς τὰ τῶν Ἑλλήνων πράγματα, ὥσπερ εἰληφὼς ὑπερήμερον τὴν Ἑλλάδα, κωλύει