Orationes 38
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
489.p19
489.p19
ἀξιοῖ τὰς Θήβας ἔχειν, κλητεύσετʼ αὐτὸν εἰς τοὺς Ἕλληνας, ἢ τί χρήσεσθε; τί δʼ ἂν διαστήσας τὰς πόλεις καὶ φανεροὺς ἐπιδείξας ὑμᾶς ἐκ τοῦ φανεροῦ διιέντας, ἐπʼ αὐτοὺς ὑμᾶς τρέπηται προτέρους, ποῦ τὸ καθʼ ὑμᾶς θήσετε; εἰ μὲν τοίνυν τοῖς ἴσοις ὑμᾶς ἀμυνούμεθα, οὐ βοηθήσομεν, εἰ δʼ οὐδὲν μᾶλλον μνησικακήσομεν, πῶς οὐκ εἰς ἔσχατον αἰσχύνης ἀφίξεσθε; εἶεν. διεῖναι μὲν δὴ διὰ ταῦτα οὐκ ἔστιν ἁπλῶς, λοιπὸν δʼ ἐστὶ συνεισβαλεῖν καὶ κινδυνεύειν, εἴπερ ἐκεῖνος ὑμῖν ἢ ὑμεῖς ἐκείνῳ πιστεύειν μέλλετε. σκοπεῖτε δὴ πότερον βελτίους ἂν εἴητε ὑπὲρ τῆς δουλείας τῆς ὑμετέρας αὐτῶν καὶ τῶν ἄλλων Ἑλλήνων κινδυνεύοντες, ἢ παρόντος τοῦ κινδυνεύειν ὑπὲρ τῆς ἐλευθερίας τῆς θʼ ὑμετέρας αὐτῶν καὶ τῶν ἄλλων τούτῳ χρώμενοι. ἡγοῦμαι δʼ εἰ μὲν συνεισβάλοιτε, πλείους ἐλπίδας ὑμῖν εἶναι κρατηθεῖσιν ἐλευθέροις γενέσθαι ἢ νικῶσιν. ἡμεῖς μὲν γὰρ ἐγκλήματα πολλοῖς ἤδη παρήκαμεν, Φίλιππος δʼ ὧνπερ φίλος, τῶν αὐτῶν καὶ δεσπότης ἐστί. καὶ μὴν καὶ τὴν συμμαχίαν πρὸς μὲν ἡμᾶς ἐν τῇ ἴσῃ δή που καὶ ὁμοίᾳ ποιήσεσθε ὥσπερ ἀεί· Φιλίππῳ δʼ ἀκολουθεῖν ἀνάγκη. τοῦτο δὲ ὅσον διαφέρει γνῶτε. εἰ μὲν γὰρ ἡμεῖς πέμψαντες, μὴ γένοιτο δὲ οὐδʼ ἔσται, τοσοῦτον εἴποιμεν πρὸς Φίλιππον, ὅτι ἀκολουθεῖν ἐγνώκαμεν αὐτῷ καὶ ὑπηρετεῖν ὅ τι ἂν παραγγέλλῃ, ἔσθʼ ὑπὲρ οὗ λοιπὸν ἡμῖν ἀξιώσει πολεμεῖν; οὐδʼ ἂν εἷς εἴποι. οὐκοῦν οὐ μικρόν τι μέρος προΐεσθε, ἀλλὰ τοσούτῳ χεῖρον περὶ ὑμῶν αὐτῶν ἢ περὶ ἡμῶν βουλεύσεσθε, ὥσθʼ ἡμῖν μὲν, εἰ μηδὲν ἄλλο, τὸ γοῦν ἀγωνίσασθαι περὶ τῆς ἐλευθερίας λείπεται, ὑμᾶς δὲ δεῖ πρότερον δουλεύειν συγκεχωρηκέναι, πρὶν παρατάξασθαι πρὸς ἡμᾶς. εἶθʼ ὃ τοῦ πολεμοῦντας ἁμαρτεῖν ἐστι πέρας, τοῦτʼ ἐξ ἀρχῆς ὑμῖν αὐτοῖς ἀναθήσετε, καὶ τοῖς τοῦ πολέμου κινδύνοις τὰς τῆς προδοσίας ἀδοξίας ἀναμίξετε; μηδαμῶς· ἀλλʼ ἐνθυμηθέντες παρʼ ὑμῖν αὐτοῖς ὅτι Φίλιππον μὲν αἱρούμενοι, βάρβαρον ἄνθρωπον καὶ φύσει κεχωρισμένον αἱρεῖσθε, κἂν διαρραγῇ τὰ Πύθια ἐξορχούμενος, καὶ πρὸς τούτοις τύραννον καὶ ἀλάστορα