Orationes 38
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
490.p20
490.p20
τῆς Ἑλλάδος καὶ νῦν ἐφʼ ὑμᾶς ἥκοντα, ἡμᾶς δʼ οἰκειούμενοι πρῶτον μὲν Ἕλληνας καὶ ὁμοφύλους, ἔπειτʼ ἀστυγείτονας καὶ συνήθεις ἐκ παλαιοῦ καὶ νῦν ὑπὲρ ὑμῶν πεφοβημένους οἰκειοῦσθε, χρήσασθε τῷ καιρῷ, σκεψάμενοι πρὸς ἅπασι τοῖς ἄλλοις καὶ τὸ τῆς πρεσβείας ἑκατέρας σχῆμα. ἡμεῖς μὲν τοίνυν ἐν ἐλευθερίᾳ καὶ νόμοις τραφέντες παραπλησίοις ὑμῖν ἥκομεν αὐτοί τε ὑπὲρ τούτων ἕτοιμοι παρατάττεσθαι καὶ ὑμᾶς ἀξιοῦντες τοιούτους ἑτέρους εἶναι· τούτων δʼ οἱ μὲν προδόται τῶν ἑαυτῶν πατρίδων ἥκουσιν, αἰσχρὸν παράδειγμα πᾶσι τοῖς Ἕλλησιν, οἱ δʼ ὑπʼ ἀνάγκης ἀπεσταλμένοι, ἥδιστʼ ἂν εἰ κύριοι νεύματος ἦσαν, αὐτὰ τἀναντία ὑμῖν προδείξοντες. καίτοι πότερʼ ὑμεῖς Θετταλοὺς εἰς ἐλευθερίαν ἐξαιρούμενοι βελτίους ἂν εἴητε, ἢ οὗτοι πείθοντες ὑμᾶς εἰς τὴν δουλείαν ἑαυτοῖς συνεμβῆναι; σκέψασθε δὴ κἀκεῖνο, εἰ περιῆν Ἐπαμεινώνδας, πότερʼ ἂν τούτων ὑμῖν συνεβούλευε, πότερον συγκαταδουλοῦσθαι τοὺς Ἕλληνας Φιλίππῳ καὶ ζῆν ἐν προσθήκης μέρει τούτῳ, ὅς ποθʼ ὡμήρευε παρʼ ὑμῖν, ἢ τἀναντία τούτων; νῦν τοίνυν ἀντʼ ἐκείνου τὴν ἐκείνου δόξαν αἰσχυνθέντες καὶ τὴν ἐν Λεύκτροις μάχην, εὐξάμενοι τῷ Διὶ τῷ ἐλευθερίῳ καὶ Ἡρακλεῖ τῷ ἀλεξικάκῳ καὶ Ἀπόλλωνι τῷ Πυθίῳ καὶ Ἰσμηνίῳ καὶ θεοῖς καὶ ἥρωσι τοῖς κοινοῖς τῶν Ἑλλήνων, ἀξιώσατε ὑμᾶς αὐτοὺς μεθʼ ἡμῶν ὀφθῆναι· καὶ πειραθῶμεν τοῖς μεθʼ ἡμᾶς ἀρετῆς παραδείγματα μὴ χείρω καταλιπεῖν ἢ παρὰ τῶν προτέρων αὐτοὶ παρελάβομεν. οὕτως εἰ προσθῇ τις ἀπὸ τῆς στρατείας, θαρρῶμεν, ἐπειγώμεθα· εἰ δέ τις ᾤετο τοῖς πωλοῦσι τὰς πατρίδας μόνοις εἶναι θαρρεῖν, οὐκ ὀρθῶς ἐγίγνωσκεν.