Orationes 39
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
491.p2
491.p2
ἄνδρες Θηβαῖοι, γιγνώσκομεν ὡς ὀρθῶς ὑπὲρ ὑμῶν ηὐλαβήθημεν. τὸ γὰρ εἰς τοῦθʼ ἥκειν Φίλιππον τόλμης καὶ δεινότητος ὥστε πρῶτον μὲν ὅλως πρέσβεις ὡς ὑμᾶς, εἶτα βοήθειαν αἰτήσοντας ἀπεσταλκέναι, ἵνʼ ὑμᾶς τε ἀμαχεὶ λάβῃ καὶ τὰ πρὸς ἡμᾶς ὡς βούλεται διοικήσηται, σφόδρα τῆς τʼ ἐκείνου συνηθείας οἶμαι καὶ προνοίας ὑμῖν ἄξιον. τὸ μὲν οὖν πρᾶγμα καινὸν ἴσως εἶναι δοκεῖ ὑμῖν, τῶν πολεμίων προσαγόντων, ἑτέρους ὑπὲρ ὑμῶν ἥκειν πεφοβημένους, καὶ μὴ μόνον αὐτεπάγγελτον ἔχειν ὑμᾶς τὴν βοήθειαν, ἀλλὰ καὶ παράκλησιν προσεῖναι τοῦ ταῦτα δέξασθαι· αἰτούμεθα δʼ ὑμᾶς τοσοῦτον μιμήσασθαι τὴν τῶν Ἀθηναίων πόλιν εἰς τὰ ὑμέτερʼ αὐτῶν καὶ μὴ παρʼ αὐτοῖς τουτοισὶ τοῖς πρέσβεσι πρώτοις αἰσχύνην ὀφλῆσαι. εἰ γὰρ ἡμεῖς μὲν οἷς οὗτοί φασι τοσαῦτα πρὸς ὑμᾶς ὑπάρχειν ὑπεναντία, πάντα ταῦτʼ ἀνελόντες ἥκομεν συσσώζειν ὑμῖν ἀξιοῦντες τὴν πόλιν, ὑμεῖς δʼ οἱ μηδὲν ἔχοντες ὑμῖν αὐτοῖς μέμψασθαι πάντʼ ἀκονιτὶ προήσεσθε, πῶς οὐ πάντων ἀλογώτατα πράξετε; ἔστι δʼ οὐχ ὅσον τις ἂν εἴποι τὸ διάφορον τῆς παρούσης ἡμέρας, ἀλλʼ εἰς ἔσχατον ἧκον, δουλεύειν μὲν αὐτοὺς Φιλίππῳ, συγκαταδουλοῦσθαι δὲ τοὺς ἄλλους Ἕλληνας, ἀγροικίσασθαι δʼ εἰς τοὺς ὑπάρξαντας χρηστότητι, τριῶν δὲ τῶν αἰσχίστων δόξαν παρὰ πᾶσι λαβεῖν, σκαιότητος, πλεονεξίας, ἀχαριστίας· ἢ μετὰ τοῦ πατρίου σχήματος οἰκεῖν τὴν πόλιν, τῆς κοινῆς ἐλευθερίας προστάντας μεθʼ ἡμῶν. ὃ καὶ θαυμάζω, εἰ τοὺς μὲν ἐκεῖνα τούτων μᾶλλον ὑμῖν προσήκειν ἡγουμένους μισεῖν ἂν δικαίως ἀξιοίητε, Φίλιππον δʼ ἡμῶν περὶ πλείονος ποιήσεσθε, ὃς ἐκείνοις ἐνόχους ὑμᾶς καθίστησι καὶ τοὺς λόγῳ βλασφημοῦντας ἐχθροὺς ἂν νομίζοντες, ἐκεῖνον εἰς συμμάχου τάξιν θήσετε, ὃς ἔργῳ τὰ χείριστα καθʼ ὑμῶν βεβαιοῖ. εἰ τοίνυν καὶ τὸ ταὐτὰ συμφέρειν ἱκανὴ πίστις οἰκειότητος, καὶ τὸ ταὐτὰ προσήκειν ἡγεῖσθαι βέβαιον δή που φιλίας σύμβολον. ἡμεῖς τοίνυν ἅπερ ἡμῖν αὐτοῖς προσήκειν ἡγούμεθα, ταῦτα καὶ ὑμῖν, εὐδοξεῖν, προβουλεύειν, προτιμᾶσθαι τῶν ἄλλων Ἑλλήνων.