Orationes 39
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
493.p4
493.p4
μὴ ὅτι τἀκ τῆς Ἀττικῆς, ἀλλὰ καὶ τἀκ τῆς Μακεδονίας βοσκήματα ὑπὲρ τῶν ἑαυτῷ συμφερόντων διδόναι. γνῶτε δὲ εἰς τὸν Ἀνθεμοῦντα βλέψαντες, ὃν τοῖς Ὀλυνθίοις προεῖτο κατʼ ἀρχάς. εἶτά γʼ οἶμαι μεγάλους ἀνταπαιτεῖ τοὺς μισθοὺς ὕστερον· οὐ γὰρ μόνον βοσκήματα, ἀλλὰ καὶ παῖδας καὶ γυναῖκας καὶ τείχη καὶ πόλεις καὶ πάντʼ ἔχει συλλαβὼν, ὥσπερ τοῖς ἐπιορκήσασιν Ὅμηρος ἔφη συμβαίνειν, σὺν πολλοῖς καὶ μεγάλοις ὕστερον ἐκτίνειν τὰς δίκας. διαφέρει δὲ τοσοῦτον, ὅτι οὐ τοῖς ἐπιορκοῦσι ταῦτα συμβαίνει νῦν, ἀλλʼ οὗτος ταῦτʼ ἐπιορκῶν ἐργάζεται. καὶ πρός γε τοῖς βοσκήμασιν οἶδε καὶ χρυσίον τὸ ἐκ τῆς Μακεδονίας διδοὺς οὕτω τὰς πράξεις ὠνεῖσθαι, ὥσπερ τοὺς Ὀλυνθίων ἱππέας τούτων ἐπρίατο· καὶ ξύλων γε, ὥς φασιν, εὐφυῶν ἐκ τῆς Μακεδονίας, ἃ τοῖς ὑπάρχοις αὐτῶν προεῖτο. ἀλλʼ ὅμως οὐδὲν ἦν πλέον τοῖς Ὀλυνθίοις, τῶν ἐκ Μακεδονίας ξύλων ὡς αὐτοὺς ἐλθόντων, ἀλλʼ ἀνθʼ ὧν ἤρεψέ τις αὐτῶν τὴν οἰκίαν ἑαυτοῦ, ἀντὶ τούτων ἡ πόλις πᾶσα καθῃρεῖτο εἰς ἔδαφος. καὶ μὴν ὁ καὶ τὴν Ποτίδαιάν γε αὐτοῖς δεδωκὼς τἀκ τῆς Ἀττικῆς τρόπον τινὰ βοσκήματα ἐδεδώκει, ἐδεδώκει γὰρ τὰ ἡμέτερα· εἶτά γε αὐτοῖς ὡς βοσκήμασιν οἶμαι τοῦθʼ ὅ τι ἐβούλετο ἐχρῆτο.
493.p5
493.p5
ταῦτʼ οὖν πότερον δωρεὰς καὶ φιλανθρωπίαν καὶ κέρδη τῶν λαβόντων, καὶ ὡς ἄν τις εὐφήμως ὑποκορίσαιτο, ἢ δέλεαρ καὶ πάγην καὶ πραγμάτων θήραν καὶ τιμὴν τῶν ἀτίμων καὶ τῶν ὑπαχθέντων ὄλεθρον καὶ συμφορῶν ὑποθέσεις καὶ μηχανήματα ἐπὶ τοῖς Ἕλλησι καὶ πάντα τὰ τοιαῦτα ἄμεινον καλεῖν; ὥσπερ τὸν ἵππον φασὶ τὸν δούρειον δῶρον τοῖς Τρωσὶ δοθῆναι παρὰ τῶν Ἀχαιῶν. οὐκοῦν ταῦτʼ ἐστὶ τὰ τοῦ κακοδαίμονος δῶρα καὶ ὧν ἥκιστʼ ἄν τις ἑκὼν εἶναι πόλει δέξαιτο καὶ ταύτας τὰς δωρεὰς, ἐπεὶ καὶ τῶν πρὸς Φωκέας πραγμάτων—καὶ μηδεὶς ὑμῶν ἐξαίφνης ἀκούσας ἐκπλαγῇ, ἀλλʼ ἑπέσθω τῷ λόγῳ καθάπερ ψήφους τιθεὶς ἀεὶ τὸ δεύτερον τῷ προτέρῳ συναρμόττων—καὶ τούτων δίκην ὑποσχεῖν, ἀλλʼ οὐ χάριν κομίσασθαι δίκαιος ὢν, ἐὰν ὀρθῶς ἐξετάζητε, φανήσεται. εἰ μὲν γὰρ ἐκείνους ὑμῖν συγκαθελὼν, μετὰ