Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 39
Aristides, Aelius39 494 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
494.p6
494.p6
ταῦτʼ ἦγεν ἡσυχίαν καὶ μηδὲν περιειργάζετο, τάχʼ ἄν τις ἔφη συμφέρονθʼ ὑμῖν αὐτὸν εἰργάσθαι· εἰ δʼ ἀρχῆς τῶν Ἑλλήνων ἐπιθυμῶν, καὶ ἵνʼ ἐφʼ ὑμᾶς αὐτοὺς ἀδεέστερον καὶ ῥᾷον ὁπηνίκα βούλοιτο ἀφίκοιτο, τί οὐκ ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐχθρὸν αὐτὸν ὅμοιον τίθεσθε ἀφʼ ἧς τοὺς Φωκέας προανεῖλεν; οὐ γὰρ μᾶλλον τοὺς Φωκέας ὑπὲρ ὑμῶν ἐτιμωρεῖτο ἢ νῦν ἐφʼ ὑμᾶς ὑπὲρ Φωκέων ἀφικνεῖται. καὶ γὰρ οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν ὡς οἱ μὲν Φωκεῖς φόβον αὐτῷ παρεῖχον καὶ συμφέρειν ἡγεῖτο ἀνελεῖν αὐτοὺς, ἅτε καὶ πρότερον περὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς διανοηθέντας καὶ δόξαν θαυμαστὴν ἐπὶ τοῖς ἔργοις λαβόντας, τὴν δὲ τῶν Θηβαίων πόλιν, οὗ ποθʼ ὡμήρευσε, παρὰ φαῦλον ἡγεῖτο διʼ αὑτοῦ ποιήσασθαι καὶ κατασχεῖν. τρεῖς γάρ εἰσι πόλεις πρὸς ἃς ἀναγκαῖον αὐτῷ συντείνειν τοὺς λογισμούς· ὧν ἡ μὲν Λακεδαιμονίων πορρωτάτω καὶ ὑφʼ ὑμῶν ἤδη σχεδὸν ἐξεληλεγμένη καὶ διʼ ἄμφω ταῦτα ἐλάττονος αὐτῷ λόγου, τὴν δʼ ἡμετέραν οὐδʼ αὐτὸς ἐγχειρεῖ λέγειν ὡς οὐκ ἐχθρὰν ἄγει· ἡ δʼ ὑμετέρα τῇ τε θέσει πρώτη καὶ κατὰ τοῦτʼ ἀναγκαία προλαβεῖν, καὶ τύχης ἕνεκα οὐκ ἀδεὲς τοῦτο, οὐδʼ ἧττον τῆς ἡμετέρας ὕποπτος, ἣν ἑτέρωσε ὁρῶσαν λαβεῖν ζητεῖ καὶ τοὺς εἰωθότας μισθοὺς τῶν εὐεργεσιῶν κομίσασθαι. διὰ ταῦτα οἱ Φωκεῖς καὶ τὸ Τιλφωσσαῖον ὑμνεῖται. οἷς γὰρ λογισμοῖς ἐχαρίζετο, τούτοις ἀναμιμνήσκει τὴν χρείαν ὠνούμενος, ὥσπερ ἂν εἰ καὶ οἱ θηρευταὶ πρὸς τοὺς ὄρνιθας λέγοιεν ὡς οὐκ ὀλίγον πόνον διʼ αὐτοὺς ἐπόνησαν, καὶ ἅμα δεικνύντες τὸ δέλεαρ τὴν χάριν ἀνταπαιτοῖεν. ὃν χρῆν εἰ τὰ μάλιστα ταῦθʼ ὑπὲρ ὑμῶν ἐτύγχανεν εἰργασμένος, αὐτὸν, ἀλλὰ μὴ ὑμᾶς, ἀναμιμνήσκειν, νῦν δʼ ἅπαντα ταῦτα ὑπερβὰς προσάγει μεθʼ ὅπλων τὴν αὑτοῦ κακίαν ἐπιδεικνὺς καὶ τὰ τέλη καθάπερ δράματος παρʼ ἐλπίδας ἐξάγων.
494.p7
494.p7
θαυμαστὰ δέ μοι δοκοῦσι λέγειν οἱ πρέσβεις καὶ παντάπασιν ἐναντία ἑαυτοῖς, οἵτινες τῷ μὲν Φιλίππῳ φασὶ δεῖν χάριν ὑμᾶς ἔχειν, εἴ τι πώποτʼ ἐποίησεν ὑμᾶς εὖ, αὐτοὺς δὲ κελεύουσι προέσθαι πάντα τὰ πράγματα

Intertext edge

Open linked passage

Note