Orationes 39
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
495.p8
495.p8
ἐφʼ ὑμῖν ὄντα, καὶ τοσούτῳ χείρους Φιλίππου γενέσθαι περὶ ὑμᾶς αὐτοὺς ὥσθʼ ὁ μὲν εἰ καὶ μὴ τοῦτʼ ἐβούλετο, ἀλλʼ οὖν τινά γʼ ὑμῖν ἔπραξεν εἰς καιρὸν, ὑμεῖς δʼ ὧν οὐκ ἂν ἔχοιτε μείζω, ταῦθʼ ἑκόντες εἰς ὑμᾶς αὐτοὺς ἐξαμαρτήσεσθε, καὶ τοσοῦτον ἀφέξετε τοῦ μιμεῖσθαι ἐκεῖνον, ὥσθʼ ὁ μὲν ὑμῖν τοὺς πολεμίους παρέδωκεν, ὑμεῖς δʼ ἐὰν ἃ πείθουσιν οὗτοι ποιῆτε, ὑμᾶς αὐτοὺς τοῖς πολεμίοις παραδώσετε. τίνος οὖν ἕνεκʼ εἰπέ μοι λοιπὸν τῷ Φιλίππῳ χάριν ἕξετε, εἰ μηδὲν ὑμῖν τοῦ σώζεσθαι μέλει; ἐγὼ μὲν γὰρ ἐξ ἀμφοτέρων ἡγοῦμαι τῇ τότε κοινωνίᾳ τὴν νῦν ἐναντίαν εἶναι. εἰ μὲν γὰρ ὡς ἀληθῶς εὔνους ὢν ὑμῖν ἐκεῖνα προὐθυμεῖτο, αἰσχρὸν ἐκεῖνον μὲν ἐπαινεῖν τῆς προθυμίας, ὑμῶν δʼ αὐτῶν ἀμελῆσαι· εἰ δὲ πεῖρα καθʼ ὑμῶν ἦν καὶ παρασκευὴ τοῦ μέλλοντος χρόνου, δυοῖν, οὐχ ἑνὸς ὑμῖν ὀφείλει δίκην, τοῦ τʼ ἐπʼ ἐκείνων φενακίζειν καὶ τοῦ νῦν μεθʼ ὅπλων ἐπέρχεσθαι. ὥστʼ οὐ διʼ ἐκεῖνα ταῦθʼ ὑπακουστέον, ἀλλʼ ὑπὲρ ἀμφοῖν τῇ τιμωρίᾳ χρηστέον ἡνίκʼ εἴληπται. εὖ δʼ ἂν ἔχοι τῇ πονηρίᾳ τοῦ Φιλίππου χρησαμένους ὃ πρόσεστι ζημίας αὐτῇ φυλάξασθαι. οὐδεὶς ἀντιλέγει τὸ μὴ οὐ δικαίως Φωκέας ἀπολωλέναι, ἀλλʼ οὐ διὰ τοῦτο δίκαιος πιστεύεσθαι Φίλιππος. ἀλλʼ εἴ τι δεῖ καὶ περὶ Φωκέων εἰπεῖν, τῷ μὲν καθʼ αὑτοὺς μέρει δικαίως ταῦτα πεπόνθασιν, ὅσα δʼ εἰς Φίλιππον οὐκ ὀρθῶς. ὅταν γὰρ μὴ τοῦ θεοῦ χάριν μηδʼ ὑμῶν, ἀλλʼ ὑπὲρ τῆς αὑτοῦ πλεονεξίας, ἣν ἐν ἅπασι δείκνυσι, φαίνηται ταῦτα συμπράξας, ἐκεῖνοι μὲν ἴσως δικαίως ἀπολώλασιν, οὗτος δʼ οὐχὶ δικαίως ἀνῄρηκε. μὴ τοίνυν τῷ Φωκέας εἰκότως ἀπολωλέναι τὰ ὑμέτερʼ αὐτῶν εἰκῆ πρόησθε, μηδὲ συγκαταγνῶτε ὑμῶν αὐτῶν παθεῖν ἅπερ Φωκεῖς. καὶ γὰρ ἐκείνους μὲν ἔχοιμεν ἂν εἰπεῖν ὡς προσήκοντα ἔπαθον πλημμελήσαντες περὶ τὸν θεὸν, ὑμεῖς δʼ ἀνθʼ ὅτου ταύτην ὑφέξετε νῦν τὴν δίκην οὐχὶ σύνισμεν ἡμεῖς γε. δεινὸν δέ μοι φαίνεται καὶ τοῦτο εἰ Φωκεῖς μὲν ὤφειλον δίκην, ἐπειδὴ τὸ ἱερὸν τὸ ἐν Δελφοῖς