Orationes 39
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
498.p12
498.p12
ἔδει καὶ μνησικακεῖν, ἐκεῖνός γʼ οὐκ εἴα.
498.p13
498.p13
ἡδέως δʼ ἂν ἐροίμην τοὺς τἀναντία πρεσβευομένους, πότερον ἀπὸ τοῦ μέλλοντος χρόνου ταῦτʼ ἀξιοῦσι κριθῆναι, ἢ τοῦ παρελθόντος. εἰ μὲν γὰρ ἀπὸ τοῦ μέλλοντος, τὰ μὲν παρʼ ἡμῶν ἐλευθερία, σωτηρία, τὸ πρώτους ἐν τοῖς Ἕλλησι τετάχθαι, πάντʼ ἐστὶ τὰ κάλλιστα· τὰ δʼ ἐξ ἐκείνου τί τις ἂν λέγοι, πλὴν ὅσον αὐτῷ τρέπειν εἰς κεφαλὴν τοὺς θεούς; ἀλλὰ μὴν εἴ γʼ ἀπὸ τοῦ παρελθόντος χρόνου δεῖ κριθῆναι, δειξάτω πάνθʼ ὅσα πώποτʼ ἔπραξε Φίλιππος εἰς ὑμᾶς δυοῖν βοηθείαιν ἡμετέραιν ἀντάξια, τῆς τε εἰς Ἁλίαρτον προτέρας καὶ τῆς ἐπὶ τὴν φρουρὰν ὕστερον· ὧν ἡ μὲν τῆς Βοιωτίας, ἡ δὲ τῆς Καδμείας Λακεδαιμονίους ἐξήλασεν. ἆρʼ ὅμοια ταῦτα τῷ πρὸς Φωκέας βοηθῆσαι; οὐκ ἴσθʼ ὅτι πρὸς μὲν ἐκείνους ἐκ περιουσίας ἠγωνίζεσθε, ἐν αἷς δʼ ἦτε ἀνάγκαις, τότε οὐδένων ἄλλων πλὴν ἡμῶν ἐδεῖσθε, παρεξετάζετε δὲ καὶ τίνες οἱ Φωκεῖς παρὰ τοὺς Λακεδαιμονίους καὶ πῶς ἔχοντες αὐτῶν ἑκάτεροι. οὐχ οἱ μὲν τῶν Ἑλλήνων ἄρχοντες, οἱ δʼ οὐδένων ἄμεινον πράττοντες; καὶ ἐῶ λέγειν ὅτι Λακεδαιμόνιοι μὲν ὡσπερεὶ διὰ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν ἐνέβαλον, τὸ ἄστυ παρεξιόντες ἡμῶν, καὶ ταῦτʼ ἀτείχιστον ὂν τὸ κατʼ ἀρχάς· Φιλίππῳ δʼ οὐδὲν ἦν πρᾶγμα ἀπὸ Φωκέων, ἀλλʼ ἐν μέσοις τοῖς αὐτὸς ἑαυτοῦ συμμάχοις εἶχε Φωκέας. ἀλλὰ μὴν οἰκειότερον μὲν τὸ μέλλον ἅπασι τοῦ παρελθόντος—τὸ μὲν γὰρ ἀπηλλοτρίωται καὶ οὔτε χεῖρον οὔτε βέλτιον ἄν τις πράξειεν ὑπʼ αὐτοῦ, τὸ δὲ μέλλον ἐπέρχεται—ἡμεῖς δʼ ἐξ ἀμφοτέρων τῶν καιρῶν τοσοῦτον νικῶμεν, ὥστʼ ἐν μὲν ἐκείνῳ πολὺ τούτου κρείττους περὶ ὑμᾶς γεγενήμεθα, ἐκ δὲ τούτου μία ψῆφος ὑμῖν ἀπόκειται μεθʼ ἡμῶν γίγνεσθαι. οὕτως ἀμφοτέροις νικῶντες τῷ κυριωτέρῳ μειζόνως περίεσμεν. ἀλλὰ γὰρ ἕν τι χρηστὸν ὅμως τῆς πρεσβείας ἐστὶν αὐτοῦ. δείκνυσι γὰρ ὅπως πεφόβηται τὰς πόλεις καὶ ὅτι συστάντων ἡμῶν οὐδʼ ἡντινοῦν ἐλπίδʼ ἔχει περὶ τῶν πραγμάτων. ἡμέτερον τοίνυν ἐστὶν ὁρῶντας τὸν φόβον αὐτοῦ καὶ ὅπη σαθρός ἐστι μηδὲν ἀνεῖναι ῥώμης, ἀλλʼ ἐπικεῖσθαι καὶ παρελέσθαι