Orationes 39
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
499.p14
499.p14
τὰς λαβὰς καὶ μὴ τἀκείνῳ συμφέροντα προκρῖναι. οὐ γὰρ εἴ τι δύσκολον ἡμῖν ὑπάρχει πρὸς ἀλλήλους, τοῦτʼ αὐτὸν ἄγει νῦν ὑπὲρ ὑμῶν ἀγανακτοῦντα, ἀλλʼ ἵνʼ ἀμφοτέροις ἀποχρήσηται, διὰ τοῦτο ταῦτʼ ἀναζητεῖ. ὥσθʼ ὅσῳ ἂν πλεόνων εὐπορήσῃ, τοσούτῳ μᾶλλον ἀπιστητέον αὐτῷ. οὕτω τοίνυν οὐδʼ ἐκεῖνος ὑμῖν πιστεύει, ὥστʼ οὐχ ἁπλῶς αἰτῶν πέπομφε τὴν βοήθειαν, ὡς ἄν τις θαρρῶν τοῖς ὑπάρχουσιν, ἀλλʼ ἑλέσθαι φησὶν ὁπότερα βούλεσθε, ἢ συνεμβαλεῖν εἰς τὴν Ἀττικὴν, ἢ διεῖναι, ὡς ἄν τις μηδετέρου δικαίως τύχοι. λογίζεσθε γὰρ, εἰ μὲν, ὦ ἄνδρες Θηβαῖοι, συνεμβάλοιτε, καὶ τοῦτον τὸν τρόπον αὐτῷ χαρίσασθαι προέλοισθε, πλέονι χείρους γενέσθαι ἢ ʼκεῖνος ἐπήγγελκεν. ὅταν γὰρ ἐκεῖνος μὲν ἐξ ἴσου ποιῆται, ἄν θʼ ἡσυχίαν ἄγειν βούλησθε ἄν τε συστρατεύεσθαι, ὑμεῖς δὲ τὸ μεῖζον αἱρῆσθε, ὃ προστίθετʼ οἶμαι, τοῦτʼ εἰς ὑπερβολὴν φαυλότητος γίγνεται. καίτοι πῶς ἀνεκτὸν, ἢ πῶς δόξαν μετρίαν ἔχον, ὅταν μηδʼ ἀκούειν καθάπαξ τῶν δυναστῶν δέον, καὶ ταῦτʼ ἐπὶ τοῖς Ἕλλησι καὶ τοῖς ὁμοφύλοις, ὑμεῖς ὧν ἐφʼ ὑμῖν ποιοῦνται τὰ μείζω χαρίζησθε καὶ παρέρχηται τὴν χρείαν ἡ προδοσία; ἀλλὰ μὴν εἴ γε διήσετε, οὐκ εἰς χάριν ὑμῖν, ἀλλʼ εἰς ἔγκλημα ἀφίξεται τῷ χρόνῳ. νῦν μὲν γὰρ οἶμαι τὸν καιρὸν θεραπεύων στέρξειν ἐπαγγέλλεται, εἰ δʼ ἀπαλλαγείη τῆς πρὸς ἡμᾶς ἔχθρας, πρόφασιν τὸ μὴ συστρατεύσασθαι ποιήσεται. καὶ τοῦτο παρʼ αὐτῶν τῶν ἤδη συμβεβηκότων ἔξεστι μαθεῖν. ὑμῖν γὰρ, ὦ ἄνδρες Θηβαῖοι, Λακεδαιμόνιοι τοῦτό ποτʼ ἐγκαλέσαντες τὸ μὴ συνεισβαλεῖν εἰς τὸν Πειραιᾶ εἰς πόλεμον κατέστησαν. καὶ ὅτι παῖδες Λακεδαιμόνιοι πρὸς Φίλιππον εἰς δεινότητος λόγον καὶ τοῦ κακουργεῖν πάντες σύνισμεν δή που. καὶ μὴν κἀκεῖνο ἴσμεν περὶ Λακεδαιμονίων, ἐπεὶ καὶ τούτων ἐμνήσθην, ὅτι ἡνίκα μὲν τὸν πόλεμον τὸν πρὸς ἡμᾶς ἐπολέμουν, ὑπὲρ τῆς τῶν Ἑλλήνων ἔφασκον ἐλευθερίας πολεμεῖν, καὶ τούτῳ τοὺς πολλοὺς προσήγοντο· ἐπειδὴ δʼ ἔπραξαν ἃ ἐβούλοντο, ἐπʼ αὐτοὺς τοὺς συμμάχους πρώτους ἐτράποντο καὶ τὸν πόλεμον εἰς ἐκείνους μετέστησαν.