Orationes 39
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
501.p17
501.p17
δυσχερὲς ἰσχυρίζεσθαι καὶ τὴν αἰτίαν εἰς ἕτερον τρέπειν, νῦν δʼ ὃν ἴστε καθʼ ἡμῶν παριόντα ἐπὶ τῷ ποιῆσαι τοῦθʼ ὅ τι ἂν δύνηται, τούτῳ συμπράττοντας ἑκόντας ὀφθῆναι; καὶ μὴν εἰ μὲν ἀληθεῖς τις ἐκείνους εἶναι δοίη τοὺς λόγους ὑμῶν, οἷς ἀπολύεσθε τὴν μέμψιν, ὥσπερ ἡμεῖς γε πεπείσμεθα, οὐ μόνον αἰσχρὰ ταῦτα, ἀλλὰ κἀκείνοις ὑπεναντία· εἰ δὲ ψεύδεσθαι φήσετε, οὐχὶ πρέπονθʼ ὑμῖν αὐτοῖς ἀναθήσετε. μὴ τοίνυν ἐξὸν καὶ τότʼ ἀληθεύειν δοκεῖν καὶ νῦν τὰ δίκαια πράττειν, τρία ταῦτʼ ἀνθέλησθε τὰ χείριστα, ἐξ ἀρχῆς τε κακοὶ γνώμην γενέσθαι περὶ ἡμᾶς καὶ ληφθέντες ἀναισχυντεῖν καὶ νῦν αὖθις ἐξεπίτηδες πονηρεύεσθαι, μηδʼ ἀνθʼ ὧν ἥκομεν ἡμεῖς ὑμῖν ἐθέλοντες τοῦ κινδύνου κοινωνεῖν, ἀντὶ τούτων ὑμεῖς Φιλίππῳ συνεμβάλλοντες ἐφʼ ἡμᾶς φανεροὶ γένησθε. οὔτε γὰρ τῶν ἀρχαίων κοινωνιῶν ἄξιον οὔθʼ, ἵνα πάντα τἄλλʼ ἀφῶ, τῆς παρούσης γνώμης ἡμῶν.
501.p18
501.p18
ὅτι τοίνυν καὶ χεῖρον περὶ ὑμῶν αὐτῶν ἢ περὶ ἡμῶν βουλεύσεσθε ἀποκλίναντες πρὸς ἐκεῖνον ἐνθένδε λογίσασθε. εἰ γάρ τις ἔροιθʼ ὑμᾶς ὑπὲρ ὅτου νῦν ἡμῖν ἐστι πόλεμος πρὸς Φίλιππον, ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ μὴ ποιεῖν τὸ κελευόμενον πάντες ἂν οἶδʼ ὅτι φήσαιτε. εἶεν· πότεροι δὲ κρατήσουσιν, ἡμεῖς ἢ Φίλιππος, ἄδηλον οἶμαι παντὶ, πλὴν εἰ μὴ τοῖς θεοῖς. οὐκοῦν ὅτʼ ἄδηλον εἰ κρατησόμεθα, ἄδηλον εἰ δουλεύσομεν; καὶ μὴν ὅτι γʼ, ἂν πρόσθησθε Φιλίππῳ, τὸ κελευόμενον καὶ πεποιήκατε καὶ ποιήσετε παντὶ γνώριμον. δεῖ γὰρ οἶμαι μετὰ τῶν ἄλλων ἕπεσθαι καὶ πράττειν ἃ ἂν ἐκείνῳ δοκῇ. πῶς οὖν οὐ χείρους περὶ ὑμᾶς αὐτοὺς ἢ περὶ ἡμᾶς ἔσεσθε, εἴ γʼ ἃ τῷ πολέμῳ σφαλεῖσιν, ὃ μὴ γένοιτο, ἡμῖν ἀπόκειται, ταῦθʼ ὑμεῖς ἐν τῇ τοῦ ποτέροις δεῖ συμπολεμεῖν αἱρέσει πείσεσθε καὶ πρότερον δουλεύσετε πρὶν πότεροι κρατήσουσι γιγνώσκειν; δύο γὰρ δή που, κἂν ἄλλο τι συμβαίνῃ, παρά γʼ ὑμᾶς κερδαίνομεν· πρῶτον μὲν τὸν χρόνον, ὃν περὶ τούτων ἀγωνιζόμεθα, ἔπειτα τὸ μὴ δοκεῖν ἡμῶν αὐτῶν ἑκόντες τὰ χείριστα κατεγνωκέναι. ὥσθʼ ἃ μὲν ἡ τύχη δίδωσιν ἀνεκτὰ τοῖς εὖ φρονοῦσι, τὸ δʼ αὑτοὺς τῶν χειρίστων