Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 39
Aristides, Aelius39 502 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
502.p19
502.p19
ἑκόντας τιμᾶν οὐδὲν αἰσχύνης ἐλλείπει· καὶ γὰρ δικαίως αὑτῷ καὶ μὴ ποιεῖν εἰς ταυτὸν τελεῖ. καὶ μὴν εἰ μηδεὶς ὑμῶν ἄχρι τούτου νομίζει πρὸς Φίλιππον ἡμῖν εἶναι τὸν ἀγῶνα, ἄχρι τοῦ τὸ κελευόμενον ποιεῖν ἢ μὴ, ἀλλʼ ὑπὲρ αὐτοῦ τοῦ ἐδάφους καὶ τῶν ἐσχάτων ἔσεσθαι καὶ φύσει ταῦτα τοῖς ἀλλοφύλοις ὀφείλεσθαι, πρῶτον μὲν οὐκ εἰς καλὸν ὑμᾶς αὐτοὺς σχῆμα καθίστατε, ὅταν τῷ τοιούτῳ αὐτὰ συμπράττητε· ἔπειτα πῶς ὑμῖν γε θαρρεῖν ὑπὲρ τῆς ἐλευθερίας ἔξεστιν, ὅταν μηδὲ δουλεύειν ἀλλήλοις ἐξῇ, ἀλλὰ δέῃ καθάπαξ ἀπολωλέναι Φίλιππον, ἔγωγε προσθείην ἂν, ὦ Ζεῦ; τίς δὲ καὶ ὁ νοῦς ἔσται τῆς συμμαχίας; εἰ μὲν γὰρ οὐκ ἐπιτρέψετε τούτῳ ταῦτα ποιεῖν, πῶς ἄξιον συνάρασθαι; εἰ δʼ ἄχρι παντὸς συμπράξετε, πῶς ἄξια ταῦτα τοῦ Διονύσου καὶ τοῦ Ἡρακλέους, οἳ παρʼ ὑμῖν φύντες ὑφʼ ἡμῶν πρῶτον ἐθαυμάσθησαν; οἷς νῦν ὑμεῖς πολλῷ δικαιότερον σπένδοιτʼ ἂν μεθʼ ἡμῶν καὶ ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἢ καθʼ ὑμῶν αὐτῶν καὶ τῶν ὑπʼ ἐκείνων προκριθέντων. κἀκεῖνο μέμνησθε ὅτι νῦν Φίλιππος ὑμῶν ἐγγυτέρω ὥσπερ νέφος ἢ πῦρ, καὶ ὅτι οὐ διὰ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν βαδιεῖται, ἀλλʼ εἰς τὴν Ἀττικὴν διὰ τῆς Βοιωτίας. οὐ βαδιεῖται δὲ, ἐὰν οἵ τε θεοὶ τὰ δίκαια ποιῶσι καὶ ὑμεῖς σωφρονῆτε. καὶ τὰ μὲν ἄλλα λόγους καὶ χρόνους ἐστὶν ἐνδεχόμενα, ἅττα ποτʼ αὐτῷ περὶ ἡμῶν πράττειν ἔπεισι, τοῦτο δὲ ὁρῶμεν, πρὸς τοῖς ὅροις ὑμῶν ἁνὴρ, οὐκέτʼ εἰς Φωκέας ἐμβάλλων ὥσπερ πρὸ τοῦ, ἀλλʼ αὐτοῖς ὑμῖν τὰ ὅπλα, ἐπισείων, πάντως ἐπιβησόμενος τῶν Θηβῶν, ἂν δέχησθε· ὁμοιότατον πείθων ὥσπερ ἂν εἰ δυοῖν ἀνδροῖν ἑστώτων ἐπιὼν τὸν μέσον καὶ πρὸ αὑτοῦ τοῦτʼ ἀνέπειθεν, ὅτι διʼ αὐτοῦ τὸ σιδήριον ὤσας ἀποκτενεῖ τὸν ἕτερον, αὐτοῦ δὲ ἀφέξεται. [καὶ ἐφʼ ὑμᾶς τὰ πρῶτα τῆς πληγῆς, ἡμεῖς δὲ δεύτεροι.] θώμεθα ὅ τι βούλεσθε ὄνομα τῷ πράγματι, ἢ δέξασθαι ἡμᾶς συμμάχους, ἢ γενέσθαι αὐτοὶ σύμμαχοι, οὐδὲν διοισόμεθα· τὸν δʼ ἐπʼ ἀμφοτέρους ἰόντα κωλύοιμεν ἀμφότεροι, μάλιστα μὲν, ὦ ἄνδρες Θηβαῖοι, τοῖς θεοῖς τοῖς κοινοῖς τῶν

Intertext edge

Open linked passage

Note