Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 39
Aristides, Aelius39 503 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
503.p20
503.p20
Ἑλλήνων πιστεύσαντες, οἷς ἡμεῖς τόνδε τὸν χρόνον λειτουργήσομεν—οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ ὑπὲρ τοῦ γένους τοῦ παντὸς ὁ ἀγὼν ἔσται καὶ ἱερῶν καὶ τάφων καὶ τῶν ὑπολοίπων ἐλπίδων, ὧν πολὺ δή που μᾶλλον οἴεσθαι χρὴ μέλειν τοῖς θεοῖς ἢ τῆς Φιλίππου πλεονεξίας—ἔπειτα καὶ τοῖς πρότερον παραδείγμασι χρώμενοι, ὅσον αἱ πόλεις ἠδυνήθησαν ἐν ταὐτῷ γενόμεναι. καὶ γὰρ τὸ μήτε Φιλίππῳ προσγενέσθαι συμμάχους, ὥσπερ νῦν ὑμᾶς καθʼ ἡμῶν ἐθέλει λαβεῖν, ἡμᾶς τε ἀλλήλοις ὑπάρξαι μεγάλη ῥοπὴ καὶ μερὶς εἰς τὸ θαρρούντως δέχεσθαι τὰ ἀναγκαῖα.
503.p21
503.p21
καίτοι καὶ τοὐναντίον οὐχ ἧττον εἰκότως ὑμᾶς προτρέπει. εἰ γὰρ καὶ νῦν μεθʼ ἡμῶν γιγνομένοις ἔνι τις φόβος, ἦ που κομιδῆ καθʼ ὑμᾶς αὐτοὺς οὐ θαρρήσετε, ἄλλως τε κἂν τὰ ἡμέτερα ἐκποδὼν, ὃ μὴ συμβαίη, γένηται. ἃ χρὴ πάντα συλλογιζομένους μὴ πρὸς ἀθυμίαν τρέψαι τὸν φόβον, ἀλλʼ εἰς τὸ προθύμως ἃ γένοιτʼ ἂν, εἰ ῥᾳθυμήσομεν, κωλῦσαι, καὶ μὴ τὸν κίνδυνον νομίζειν χαλεπὸν, ἀλλὰ τὸ μὴ κινδυνεῦσαι περὶ τηλικούτων. πῶς γὰρ οὐκ αἰσχρὸν, ὦ ἄνδρες Θηβαῖοι, ὑπὲρ μὲν τῆς Μεσσηνίων κατοικήσεως τοιοῦτον πόλεμον Λακεδαιμονίοις πολεμῆσαι, καὶ φιλοτιμεῖσθαι τῇ πόλει ταύτῃ διʼ ὑμῶν οἰκουμένῃ, καὶ ὑπὲρ τῶν ἐν Ἀρκαδίᾳ φίλων εἰς Πελοπόννησον διαβαίνειν, καὶ μηδʼ ἐκείνων ἐπιτρέπειν τοῖς βουλομένοις μεταγνῶναι, ἀλλʼ ὑπὲρ τοῦ καλοῦ καὶ δικαίου πάντα κίνδυνον αἱρεῖσθαι, ὑπὲρ δὲ τῆς ὑμετέρας αὐτῶν ἐλευθερίας ἅμα καὶ σωτηρίας, μᾶλλον δὲ καὶ τῶν ἄλλων Ἑλλήνων, μὴ τολμῆσαι προβαλέσθαι τὰ ὅπλα, ἀπαντήσαντας πρὸς τὰ ὅρια Βοιωτίας, ἀλλὰ καὶ τῶν ἐγνωκότων τοὺς Ἕλληνας ἐλευθεροῦν κωλυτὰς καὶ προδότας γενέσθαι, καὶ λυμήνασθαι μὴ μόνον τοῖς κοινοῖς πράγμασιν, ἀλλὰ καὶ τοῖς ὑμετέροις αὐτῶν ἔργοις, ἀφʼ ὧν βεβόησθε. πολλὰ δὲ λοιδορησαμένων ἡμῖν Θετταλῶν καὶ Πύθωνος ἐν τοῖς λόγοις, Θετταλοὺς μὲν ἐάσωμεν· ἱκανὴ γὰρ ἣν Φιλίππῳ διδόασι δίκην, ὥστʼ οὐ χαλεπαίνειν αὐτοῖς ἄμεινον ἢ

Intertext edge

Open linked passage

Note