Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 39
Aristides, Aelius39 504 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
504.p22
504.p22
συνάχθεσθαι καὶ συνεύχεσθαι γενέσθαι γνώμης κυρίους. ὑμεῖς δὲ τοσοῦτον ἐνθυμεῖσθε, ὅτι, ἂν μὲν ἡμῖν πείθησθε, ἡμῖν ὁμοίως διακείσεσθε, ἐὰν δὲ Θετταλοῖς, τούτοις. οὗτοι μὲν τοίνυν τετραδαρχίας οἴκοι καταλιπόντες ἥκουσιν, ἡμεῖς δʼ οὐδένα δεσπότην πλὴν τῶν νόμων εἰδότες. καὶ μὴν καὶ κατʼ αὐτοὺς τοὺς λόγους οὗτοι μὲν ταῦτα συμβουλεύουσιν ἐξ ὧν βεβαιότερον δουλεύσετε, ἡμεῖς δʼ ἐξ ὧν τὴν ὑπάρχουσαν εὐδαιμονίαν αὐξήσετε. ἀλλὰ μὴν πρὸς Πύθωνα τὸν χρηστὸν μικρὰ ἀποκρινούμεθα. οὗτός ἐστιν, ὦ ἄνδρες Θηβαῖοι, Βυζάντιος· καὶ σκέψασθε μὴ πόρρωθεν ἡμᾶς οἵτινες φύσιν, καὶ ταῦτα οὐδαμῶς φιλικῶς ἡμῖν ἐκ τῶν ἔμπροσθεν δοκεῖ μένειν, ἡμεῖς τε οἱ Ἀθηναῖοι καὶ οὗτος, ἀλλʼ ἀπʼ αὐτῆς τῆς τούτου πατρίδος. οὗτος μὲν τοίνυν τοὺς οἴκοι προδοὺς Φιλίππῳ ζῇ, ἡμεῖς δʼ ἐπὶ Βυζάντιον ἐλθόντος Φιλίππου βοηθήσαντες ἐλύσαμεν τὴν πολιορκίαν καὶ τὴν πόλιν διετηρήσαμεν. οὗτος μὲν οὖν ἃ τοῖς αὑτοῦ πολίταις εἰσηγεῖται τὸ καθʼ αὑτὸν, ταῦτα καὶ ὑμῖν προξενεῖ, δουλεύειν, ἀκροᾶσθαι τοῦ χείρονος, ἐν προσθήκης εἶναι μέρει· ἡμεῖς δʼ ἃ τοῖς τούτου πολίταις διʼ ἡμῶν ἐγένετο, ταῦτα καὶ ὑμῖν ἂν βουλοίμεθα, οἶμαι δὲ καὶ πολὺ μειζόνως, ὅσῳ τιμιώτερον ἡμῖν ἐξ ἀρχῆς τὸ τῶν Θηβαίων ἔδαφος καὶ πρὸς τὰ παρόντα πράγματα μᾶλλον τοῖς Ἕλλησιν ἐν καιρῷ. ἡμῖν μὲν οὖν καὶ λόγῳ καὶ ἔργῳ τὰ μὲν ἠγώνισται, τὰ δʼ, ὡς ἔοικεν, ἀγωνισθήσεται· ὥρα δὲ καὶ ἡμῖν ἤδη βεβουλεῦσθαι καὶ πρὶν ἰδεῖν Φίλιππον ὃ πράξετε ἐπιστῆναι μετὰ τῶν ὅπλων, ἵνʼ εἰδῇ σωζομένας τοῖς Ἕλλησι τὰς χεῖρας, ἕως ἂν Ἀθῆναι καὶ Θῆβαι συνασπίζωσιν.

Intertext edge

Open linked passage

Note