Orationes 4
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
29.p2
29.p2
Σεμέλῃ συγγίγνεται· καὶ ἐπειδὴ ἐκύει ἡ Σεμέλη, ὁ Ζεὺς βουλόμενος ἀμφότερα αὐτὸς ᾧ Διονύσῳ γενέσθαι, πατήρ τε καὶ μήτηρ, τὴν μὲν Σεμέλην ἐκ τῆς γῆς εἰς τὸν Ὄλυμπον κομίζει διὰ πυρὸς, αὐτὸς δὲ ἀναλαβὼν τὰς αὑτοῦ γονὰς ἐρραψάμενος τῷ μηρῷ ἐφόρει δέκα μῆνας ἐξ ἀρχῆς, δίαιταν ἔχων ἐν Νύσῃ τῇ ὑπὲρ Αἰθιοπίας. καὶ ἐπειδὴ ὡραῖον ἦν, καλέσας τὰς Νύμφας λύει τὸ ῥάμμα, καὶ γίγνεται δὴ οὕτως ὁ Διόνυσος διχόθεν προσήκων τῷ πατρί. οὕτω δή τι διαφερόντως αὐτὸν ὁ Ζεὺς ἐτίμησε παρὰ πάντας θεούς τε καὶ ἀνθρώπους. οὔτε γὰρ αὐτὸς ἄλλῳ τῳ ταῦτα ἄμφω κατέστη οὔτε ἄλλος ἄλλῳ τῳ. ταῦτʼ ἄρα καὶ ἄρρην τε καὶ θῆλυς ὁ θεὸς, φασὶν, ὅτι αὐτῷ καὶ ὁ πατὴρ ἑκατέρας τῆς φύσεως μετέσχεν εἰς αὐτόν. ἤδη δέ τινων ἤκουσα καὶ ἕτερον λόγον ὑπὲρ τούτων ὅτι αὐτὸς ὁ Ζεὺς εἴη ὁ Διόνυσος. καὶ τί ἂν εἴποις ὑπὲρ τοῦτο; ἔστι δὲ τῇ φύσει καὶ τὴν μορφὴν προσεοικώς. ὥσπερ γὰρ δίδυμος πάντη αὐτὸς πρὸς ἑαυτόν ἐστι. καὶ γὰρ ἐν ᾐθέοις καὶ ἐν κόραις * * καὶ αὖ ὡς ἐν ἄρρεσιν ἀγένειός τε καὶ Βρισεὺς, καὶ πολεμικός τε δὴ καὶ εἰρηναῖος διαφερόντως θεῶν. διδόασι δʼ αὐτῷ καὶ τὸν Πᾶνα χορευτὴν τελεώτατον θεῶν ὄντα, ὡς Πίνδαρός τε ὑμνεῖ καὶ οἱ κατʼ Αἴγυπτον ἱερεῖς κατέμαθον. καὶ μὴν καὶ τὴν Ἥραν λέγουσιν ὡς μόνος θεῶν τῷ υἱεῖ διήλλαξε κομίσας τὸν Ἥφαιστον ἄκοντα εἰς τὸν οὐρανὸν, καὶ ταῦτά γε ἀναθεὶς ὄνῳ. καὶ ὡς μὲν αἴνιγμά ἐστιν ἐν τῷ λόγῳ δῆλον, δῆλον δὲ καὶ οἷ τελευτᾷ τὸ αἴνιγμα, ὡς ἄρα πολλή τις καὶ ἄμαχος ἡ δύναμις τοῦ θεοῦ, καὶ δύναιτʼ ἂν καὶ ὄνους πτεροῦν, οὐχ ἵππους μόνον· ὥσπερ καὶ λεόντων γάλα ἀμέλγειν ἀνέθηκέ τις αὐτῷ Λακωνικὸς ποιητής· καὶ οὐδὲν ἄρα οὕτως βεβαίως δεδήσεται, οὐ νόσῳ, οὐκ ὀργῇ, οὐ τύχῃ οὐδεμιᾷ, ὃ μὴ οἷόν τʼ ἔσται λῦσαι τῷ Διονύσῳ. ἀλλὰ καὶ συμπότης ὁ τέως πολέμιος, καὶ ὁ γέρων ἀνηβήσει, καὶ πίεται κινοῦντος τοῦ θεοῦ. ταῦτα αὖ Σειληνοί τε