Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 40
Aristides, Aelius40 506 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
506.p3
506.p3
καὶ οὔτε ἰδιώτου μεῖζον οὐδὲν ἄν τις κατηγορήσειεν οὔτε πόλεως ἢ ὅτι χαίρει κακοῖς. ὃ γὰρ ἔσχατον εἶναι δοκεῖ τῶν ἀνθρωπίνων ἁμαρτημάτων ὁ φθόνος, οὐκ ἔχων παραίτησιν, τούτου μετέχειν ἀνάγκη, καὶ τοῦτον αὔξειν ἐν αὑτῷ τὸν τῆς ἐπιθυμίας ταύτης ἐλάττω, σημεῖον δέ· οὐδεὶς γοῦν οὓς ἀγαπᾷ καὶ οἷς ἀγαθόν τι συμβούλεται, τούτοις κακῶς ἀκούουσιν ἐφήδεται.
506.p4
506.p4
περὶ μὲν οὖν αἰκίας καὶ βλάβης καὶ τῶν τοιούτων ἔξεστιν εἰπεῖν ὡς ἄκων τις ἔπραξε, τὸ δὲ τῆς κακοηθίας τοσοῦτον διενήνοχεν ὥστε πρῶτον μὲν ἐπώνυμόν ἐστι τῆς κακίας, ὡς οὐδεμίαν συγγνώμην ἐνδεχόμενον, ἔπειτʼ οὐδενὸς πράγματός ἐστι πρόσρημα, ἀλλὰ φύσεως μηδὲν ἄν τῳ χρηστὸν εἶναι συμβουλομένης. ὥσπερ δʼ αὐτὸ πλεῖστον μετέχει κακίας ἀπὸ τῆς προσηγορίας ἀρξάμενον, οὕτως ἡ κακηγορία πάλιν αὐτοῦ πλεῖστον μετέχει μέρος ἐκ τῆς παρισώσεως ἀρξάμενον τῆς περὶ τοὔνομα· οὕτως ἄμφω κακῶν καὶ φαύλων ἐστὶν ἀνθρώπων. ἀεὶ μὲν οὖν οἶμαι τὰ βέλτιστα προαιρετέον καὶ φρονεῖν καὶ λέγειν, ἐν δὲ ταῖς ἱερομηνίαις καὶ ταῖς ἑορταῖς πῶς οὐκ εἰκὸς ἅπασαν μὲν εὐφημίαν εἶναι προθυμεῖσθαι, πᾶσαν δὲ γνώμην ἀστειοτάτην, πάντας δὲ ὡς οἰκειότατα ἀλλήλοις ἔχειν, ὡς τῶν θεῶν ταύτην τὴν φιλίαν καὶ ὁμόνοιαν βραβευόντων, καὶ νομίζειν γε τὰς ἑορτὰς σχεδὸν ὡς εἰπεῖν φιλίας συνθήματα, καὶ μήτε θυσίαν οὕτω λαμπρὰν μήτε σπονδὰς κεχαρισμένας, ὧν οὐχ ἥδιον ἂν εἶναι τοῖς θεοῖς ἢ εἰ τὴν γνώμην ἐκ τῶν δυνατῶν ὡς βελτίστην παρεχοίμεθα. καὶ μὴν τοῦ γε αἰδεῖσθαι τοὺς θεοὺς τί μεῖζον ἂν εἴη σύμβολον ἢ μηδὲν ἀπηχὲς μήτε λέγειν μήτε ἀκούειν ἐναντίων αὐτῶν; ἢ φίλου μὲν αἰδεσίμου παρόντος πολλὰ ἂν ὀκνήσαιμεν εἰπεῖν, κἂν εἴ τῳ δικαίως ἔχοιμεν λοιδορήσασθαι, τὰς δὲ τῶν θεῶν ἀκοὰς προστησάμενοι ῥᾳδίως οἱ μὲν ἐροῦμεν, οἱ δὲ ἀκουσόμεθα ἃ μηδʼ αὐτοὶ φαῖμεν ἂν εἶναι τῶν καλῶν, ἀλλʼ ὡς αἰσχρῶς ἔχοντα οὕτω διασύρομεν; ἵνα δὲ

Intertext edge

Open linked passage

Note