Orationes 40
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
511.p11
511.p11
τοῦ δὲ τοσαύτη μὲν λέξεως μοχθηρία, τοσαύτη δὲ μελῶν ἀσέλγεια, ἔτι δὲ σχημάτων αἰσχύνη, κωμῳδία δʼ οὐδεμία ἐφίκοιτʼ ἂν τῶν τούτοις προσόντων κακῶν, τίς τρόπος ἡδονῆς; καὶ πότερον ὡς καλὰ ταῦτα ἀνέξεσθε; καὶ τί τούτων αἴσχιον; ἀλλʼ ὡς συμφέροντα ἀκούειν ἢ θεωρεῖν; καὶ μὴν διαφθορᾶς γέ ἐστι συνθήματα· ὅταν γὰρ εἰς συνήθειαν καταστῇ τοῦ κακῶς ἀκούειν ἀνὴρ ἢ γυνὴ καὶ τὰ χείριστα φέρειν τῶν ὀνειδῶν, εὐχερῶς ἀνίησιν ἡ γνώμη καὶ διδάσκεται πᾶς τις φαῦλος εἶναι, εἰ καὶ μὴ πρόσθεν ἦν, ἄλλως τε τούτων ὧν οὐδὲν πρὸς τὸν Διόνυσόν ἐστιν. ἀλλʼ ἔμοιγε καὶ τὸ τῆς παροιμίας εἰς τὰς τοιαύτας ἀβελτηρίας οὐχ ἥκιστα ἔχειν δοκεῖ. εἶεν· ἀλλʼ εἰς δόξης λόγον θαυμαστὰ, ὅταν ἐν τοῖς βαλανείοις, ὅταν ἐν τοῖς στενωποῖς, ὅταν κατʼ ἀγορὰν, ὅταν ἐν ταῖς οἰκίαις γύναια, παιδάρια, πᾶς τις ἐφεξῆς τοιαῦτα ἐπιμελῳδῇ; καὶ πότερον τοὺς πολίτας μόνον ἐξέσται κωμῳδεῖν; οὐκοῦν δεινὸν εἰ τῶν μὲν ξένων εἴσεσθε φείδεσθαι, ὑμῶν δʼ αὐτῶν οὐ τολμήσετε, ἀλλʼ οὕτως ἀνόμοιοι τοῖς Λακεδαιμονίοις ἔσεσθε ὥστʼ ἐκεῖνοι μὲν ἅπαντα ἀπόρρητα ἐποιήσαντο τὰ ἑαυτῶν, ὑμεῖς δὲ καὶ τὰ μηδὲν προσήκοντα λέγειν καθʼ ὑμῶν τοῖς βουλομένοις δώσετε. ἀλλὰ νὴ Δία καὶ τῶν ξένων ἐπιληψόμεθα; πολλὴν ἄρα τὴν εὐποιίαν παρὰ πάντων καὶ τὴν ἐπιμιξίαν ἕξομεν· ἦ που ῥᾳδίως μὲν οἱ πατέρες τοὺς υἱεῖς, ῥᾳδίως δὲ ἀδελφοὶ πρεσβύτεροι νεωτέρους κομιοῦσι δεῦρʼ ἐπὶ παιδείαν, παρʼ οἷς τοιαῦτʼ ἐστὶ τὰ ᾀδόμενα. οὐ παύσεσθε στηλιτεύοντες ὑμᾶς αὐτούς; νὴ Δίʼ, ἀλλʼ ἀστεῖον τὸ τοῦ σκώμματος. οὐκοῦν τοσούτῳ μᾶλλον οὐ πολλῶν, εἴπερ γε μὴ πολλοὺς τοὺς ἀστείους εἶναι δεῖ δοκεῖν. ἡδέως δʼ ἂν ἐροίμην τοὺς χαίροντας τῷ λοιδορεῖν πότερον παίζουσιν ἢ σπουδάζουσιν. εἰ μὲν γὰρ παίζουσι, τί προσποιοῦνται νουθετεῖν; εἰ δὲ σπουδάζουσιν, αὖθις αὖ πυθέσθαι καλὸν αὐτῶν πότερόν ποτʼ ἀληθῆ ταῦτα λοιδοροῦσιν ἢ ψευδῆ. εἰ μὲν γὰρ ἀληθῆ, τί μαθόντες οὐ χρῶνται τοῖς νόμοις; ἀλλʼ οὗ μὲν δεῖ λέγειν σιωπῶσιν, οὗ δὲ δεῖ σιωπᾶν λέγουσιν. ἀλλὰ μὴν εἴ γε καταψεύδονται, ἀγαπᾶν εἰκὸς ἦν μὴ πάσχοντας κακῶς, οὐκ ἀγανακτεῖν, εἰ μὴ λέγειν