Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 41
Aristides, Aelius41 513 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
513.p3
513.p3
ἐθεάσασθε σιγῇ καὶ οὐ μετὰ τῆς πρεπούσης ὑμῖν εὐφημίας; ὧν οὐδὲ ἀπελθόντες ἠμνημονήσατε. ἃ νῦν πάντα ἐν κόνει. μέμυκε μὲν ἐκεῖνος λιμὴν, οἴχεται δὲ ἀγορᾶς κάλλη, κόσμοι δὲ ὁδῶν ἀφανεῖς, γυμνάσια δὲ αὐτοῖς ἀνδράσι καὶ παισὶ διέφθαρται· ναοὶ δὲ οἱ μὲν κεῖνται, οἱ δὲ κατέδυσαν· ἡ δὲ πρὸς θέαν ὡραιοτάτη πόλεων καὶ τοῦ κάλλους ἐπώνυμος ἀνθρώποις ἅπασιν ἀωρότατον θεαμάτων ἀποπέφανται, κολωνὸς ἐρειπίων καὶ νεκρῶν. ζέφυροι δὲ ἐρήμην ἐπιπνέουσι. τὸ δὲ λειπόμενον πᾶν εἰς ὑμᾶς βλέπει, συναποβλέπει δὲ καὶ ἡ ἄλλη πᾶσα Ἀσία, ὑμῖν μὲν τἀγαθὰ νῦν τε καὶ ἀεὶ συνευχομένη, τῇ Σμύρνῃ δʼ ἔλεον παρʼ ὑμῶν, εἰ δὴ Σμύρνα γε τοὔδαφος. παράδοξον μὲν οὖν οἶδα ἐρῶν λόγον, οὐ μὴν ἀνόητόν γε, ὡς οἶμαι. εἰ γὰρ καὶ ἀβούλητος ὑμῖν ἡ ὑπόθεσις, τῆς γε ἀγαθῆς τύχης ὑμῖν γέγονε, δούσης ἀφορμὴν ἐφʼ ἧς κάλλιστα δὴ καὶ φανερώτατα τῇ φύσει χρήσεσθε ἐπὶ πολλοῖς καὶ μεγάλοις οἷς πρότερον ἐπεδείξασθε. μὴ γάρ μοι Λυσίμαχον ἔτι, μηδὲ Ἀλέξανδρον αὐτὸν, μηδὲ Θησέα καὶ μύθους, ἀλλʼ ὑμεῖς οἰκισταὶ τῆς πόλεως γένεσθε, ὑμεῖς νέαν ἐξ ἀρχῆς ἀποδείξατε, ὑμῶν γενέσθω πᾶσα καὶ διʼ ἁπάντων ἡ πόλις, εἴτε ὡς καλύπτραν βασιλίδων εἴτε ὡς βασιλέων διάδημα εἴθʼ ὅπως βούλεσθε λογίσασθε, οὕτω σώσατε τὴν πόλιν. τίνας οἰκιστὰς, ποίους βασιλέας οὐκ ἀποκρύψετε; ποίους οὐχ ὑπερβαλεῖσθε ὅρους μεγαλοψυχίας, ἃ χρόνῳ καὶ καθʼ ἕκαστον ἐκτήθη τῇ πόλει, ταῦθʼ ἑνὸς οἰκισμοῦ ποιήσαντες γενέσθαι; καὶ ταῦτα οὐχ ὡς συμβουλεύων εἶπον, οὐδʼ ὡς ἀγνοοῦντας διδάσκων, οὐχ οὕτως ἔκφρων γέγονα ὑπὸ τῆς συμφορᾶς, ἀλλά τοι καὶ εὔχεσθαι οὕτω νομίζουσιν ἄνθρωποι, Δὸς νίκην Αἴαντι, καὶ νῦν αὖτέ με φῖλαι

Intertext edge

Open linked passage

Note