Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 41
Aristides, Aelius41 515 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
515.p6
515.p6
καὶ τῶν ξένων τοὺς εἰσαφικνουμένους, ἔτι δὲ τοῖς ξένοις ἁπάσης τύχης ἀφορμὴν καὶ παραμυθίαν, ἡδέως ἂν εἰς ἐκείνην τὴν ἡμέραν ἀφικοίμην, ἐν ᾗ ταῦτα ἑστῶτα θεάσομαι. ὅταν γε μὴν ἐνθυμηθῶ κατʼ ἐμαυτὸν ὅτι τῶν πάλαι τις αὐτοκρατόρων οὐ τῆς ὑμετέρας οἰκίας, μηδὲ γὰρ εἴη τοῦτό γε, οὐδὲ γένοιτʼ ἂν ὑφʼ ὑμῶν οὐδενὸς, ἀλλά τις τῶν πρότερον πεττεύων, ὡς λέγεται, μεταξὺ παρεφθέγξατο, μὴ βούλεσθαι Νασαμῶνας εἶναι, ἔπειτα ἀπώλοντο οἱ Νασαμῶνες, οἶμαι περί γε ὑμῶν εἰκότως ἂν ἐλπίζειν ὅτι σπουδάζοντες καὶ τοῖς ὑμετέροις αὐτῶν ἤθεσι χρώμενοι, καὶ τοσοῦτον μόνον εἰπόντες καὶ προδείξαντες ὅτι βούλεσθε Σμύρναν εἶναι, ταχέως ἅπασιν ἡμῖν ὃ ποθοῦμεν δείξετε. ἔτι δὲ οὐκ ἀλλοτρίοις χρῶμαι παραδείγμασιν, ἀλλʼ ὑμῶν αὐτῶν, ὅσην τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπιμέλειαν. ἐποιήσασθε, ὥστε ἀναλαβεῖν αὐτὰς τοῖς ἅπασιν. ἐκείνας μὲν τοίνυν πάλαι κεκμηκυίας ἀνεκτήσασθε, Σμύρναν δὲ ἀρτίως μὲν ἀνθοῦσαν, ἀρτίως δὲ καταρρυεῖσαν, εἰς πόλεων ἀριθμὸν αὖθις καταστήσατε, πρότερον μὲν τὰ ἱερὰ κοσμήσαντες αὐτῆς, νυνὶ δὲ τὸ πᾶν σχῆμα σώσαντες. ἀξία δὲ οὐ μόνον τῆς ὄψεως χάριν ἡ πόλις σωθῆναι, ἀλλὰ καὶ τῆς εὐνοίας ἣν παρὰ πάντα τὸν χρόνον εἰς ὑμᾶς παρέσχετο, συναραμένη μὲν τοῦ πρὸς Ἀντίοχον πολέμου, συναραμένη δὲ τοῦ πρὸς Ἀριστόνικον, πολιορκίας τε ὑπομείνασα καὶ μάχας οὐ φαύλας ἀγωνισαμένη, ὧν ἔτι νῦν ἐν πύλαις ἦν αὐτῇ τὰ ὑπομνήματα. ἔτι δὲ ἐσθῆτος δεῆσαν ὑμετέρῳ στρατοπέδῳ καὶ τοῦ στρατηγοῦ διεφθαρμένου τὸν μὲν στρατηγὸν κομίσαντες εἰς τὴν πόλιν θάπτουσιν εἴσω τῶν νῦν πυλῶν, πρὸς δὲ τοὺς στρατιώτας τοὺς χιτῶνας ἐνείμαντο ἀνὴρ ἀνδρὶ δούς. τοιοῦτοι μὲν τὰ πρὸς τοὺς ἄρχοντας ὑμᾶς· πρὸς δὲ τοὺς ὁμοφύλους τίνες; πάντα μὲν οὐ μικρὸν ἔργον ἂν εἴη γράφειν. ἀλλὰ σεισμῶν ποτε καὶ λιμῶν συνεχῶν συμβάντων περὶ τὸν κάτω τόπον

Intertext edge

Open linked passage

Note