Orationes 41
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
516.p7
516.p7
τοῦτον τῆς Ἀσίας, καί τινων καὶ χάσμασι διεφθαρμένων καὶ συμφορᾶς πολυτρόπου κατεχούσης τὰς πόλεις, καὶ σίτῳ καὶ χρήμασι καὶ τῷ μηδὲν προθυμίας ἐλλείπειν ἔστιν ἃς τῶν πόλεων διεσώσαντο, Χίους, Ἐρυθραίους, Τηίους, Ἁλικαρνασσέας. εἰς ἃ τοίνυν τότε τοῖς ἄλλοις ἐπήρκει μία δὴ πόλις οὐδʼ ἡτισοῦν αὐτῇ νῦν ἀξιόχρεως βοηθῆσαι. ἡ δὲ παρʼ ὑμῶν ἐλπὶς λείπεται. καὶ μὴν πρότερον μὲν ἀριστεῖα τῶν ἔργων ἐφέρετο, χώραν καὶ πανοπλίας καὶ λάφυρα, οἷς αὐτὴν ὑμεῖς ἐτιμᾶτε, νῦν δὲ πρεσβεῖα συμφορῶν ἀνῄρηται παρὰ τοῦ δαίμονος, ὧν ὑμῖν ἡ λύσις. ὃ δʼ ἁπάντων μάλιστα ἄξιον εἰπεῖν καὶ θαυμάσαι, τῆς τύχης τὴν μεταβολήν. τοῦ γὰρ νεὼ τοῦ νῦν καταδύντος οὕτω λαμπροῦ λέγεται τυχεῖν ὥστʼ ἀγῶνος γενομένου τὴν μὲν Ἀσίαν τῶν ἄλλων ἐθνῶν προκριθῆναι, τῶν δʼ ἐν τῇ Ἀσίᾳ πόλεων τὴν Σμύρναν τοσοῦτον ὥστε τὴν μὲν ἄλλην Ἀσίαν ἑπτὰ μόνας ψήφους μεταλαβεῖν, τῇ δὲ πόλει τετρακοσίας γενέσθαι μόνῃ. τοῦτο μὲν οὖν καὶ διὰ τῆς Ἀσίας κομίσαιτʼ ἂν ἴσως, ἂν ὑμῖν δοκῇ, ἡ δὲ τῶν ὅλων ἐπανόρθωσις μόνων ὑμῶν, οἷς οἱ θεοὶ τὰ τηλικαῦτα ἀπέδοσαν. ὅταν μὲν οὖν εἰς τὸ τῆς συμφορᾶς μέγεθος ἀποβλέψω, οὐδείς μοι δοκεῖ λόγος ἀρκεῖν, ἀλλὰ πάντʼ ἐλλείπειν τοῦ μετρίου, ὅταν δὲ εἰς τὴν ὑμετέραν ἀρετὴν καὶ φύσιν καὶ τὸ πρόχειρον πρὸς τὰς εὐεργεσίας, ἐπέρχεταί μοι δεδιέναι μὴ πλείω τῶν ἱκανῶν διειλέχθαι δοκῶ. οἶμαι μὲν οὖν οὐχ οὕτω τοῦτʼ ἔχειν· εἰ δʼ ἄρα, συγγνώσεσθε οἶδʼ ὅτι. πολλά τοι καὶ παρὰ τὴν αὑτοῦ σφίσιν ἄνθρωπος φθέγγεται συμφορᾷ ληφθεὶς, ἄλλως τε καὶ ἣν οὐδεπώποτʼ ἂν ἤλπισεν.