Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 42
Aristides, Aelius42 517 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
517.p1
517.p1
οἱ μὲν πολλοὶ τῶν περὶ τοὺς λόγους, ὦ ἄνδρες Ἕλληνες, εἰώθασιν ἢ τὰς ἐπὶ τῶν πλασμάτων διατριβὰς προελόμενοι τὸν ἅπαντα χρόνον μελετᾶν λέγειν, τοῦ λέγειν δʼ ἀπολείπεσθαι τοσοῦτον ὅσονπερ ἂν εἰ μηδὲν τῶν εἰς τοῦτο φερόντων ἔπραττον, ἢ τούτων ὑπερφρονήσαντες αὐτοὶ μηδὲν σπουδαιοτέρῳ τούτων σχολάζειν πράγματι, τῷ περὶ τὴν ἔριν καὶ τῷ ταράττειν τοὺς εἰς λόγον αὐτοῖς ἀφικνουμένους, ἐξ ὧν λυποῦσι μὲν τοὺς ἐντυγχάνοντας, βελτίους δὲ οὔτʼ αὐτοὶ φαίνονται δήπουθεν οὔτʼ ἐκείνους ποιεῖν ἔχουσιν. ἤδη δέ τις τῶν ἐλλογίμων καὶ τῶν παλαιῶν σοφιστῶν ἐσεμνύνατο ἐπʼ ἀρχῇ τοῦ συγγράμματος ὡς αὐτός γε τοιοῦτον οὐδὲν ποιήσων οὐδὲ κομψευσόμενος, ἀλλʼ ὑπὲρ δυοῖν τούτοιν διαλεξόμενος, τῆς τε πρὸς ἀλλήλους ὁμονοίας καὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους, καὶ μάλα γενναίαν, ὥς γʼ ἐμοὶ κριτῇ, καὶ προσήκουσαν τῶν λόγων ἐνστησάμενος τὴν ὑπόθεσιν. ἐγὼ δʼ ὑπὲρ μὲν τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους οὐκέθʼ ὁρῶ καιρὸν λέγειν. ἀθρόαν γὰρ ἁπάντων δεδωκότων δίκην τοῖς τε θεοῖς καὶ τοῖς ἡγεμόσι μελήσειν οἶμαι, καὶ σὺν αὐτοῖς γε εἰπεῖν τοῖς θεοῖς οὐ πολὺν τὸν ἀγῶνα νομίζω γενήσεσθαι, ὁρῶν τῆς ἁπάσης οἰκουμένης καὶ τῆς ἤδη βεβαίως ἐχομένης μικρὸν μέρος τὸ νῦν ὑπʼ ἀνοίας ἀνθεστηκὸς, ὃ δὲ λοιπόν ἐστι, περὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας οὕτως ὅπως ἂν οἷός τε ὦ διαλέξομαι. νομίζω γὰρ καὶ τῆς συνεχοῦς ταύτης ἀσχολίας καὶ μελέτης τῆς περὶ τοὺς λόγους εἰς τὰ τοιαῦτα μάλιστα τῶν ἀγωνισμάτων ἀνήκειν τὴν χρείαν. οὐ γὰρ ὅπως μηδέποτʼ εἴποιμεν τῶν χρησίμων μηδὲν, διὰ τοῦτʼ ἀεὶ μελετῶμεν, ἀλλʼ ὅστις τὰ δέοντα λέγειν ἔχει τε καὶ θαρρεῖ, οὗτός ἐστιν ὁ καὶ τὴν μελέτην δεικνὺς ὡς οὐχὶ μάτην οὐδʼ εἰκῆ πεποίηται. ἠπιστάμην μὲν οὖν καὶ τοῦτο ὥσπερ ἔρεισμα πολλοῖς ὂν καὶ

Intertext edge

Open linked passage

Note