Orationes 42
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
518.p2
518.p2
καταφυγὴν τὸ τοὺς παρόντας ἐπαινεῖν ἀεὶ καὶ ἐν οἷς ἂν λέγωσι, πολλοὺς δὲ καὶ τῶν ἀποδιδρασκόντων ἐξ ἑτέρων πόλεων κακῶς ἐκείνας λέγοντας πρὸς ταύτας ἐν αἷς ἂν γένωνται, ἄλλως τε κἄν τις αὐταῖς προϋπάρχῃ πρὸς ἀλλήλας διαφορά. ἐγὼ δʼ οὔτʼ ἐπαίνους ἀνέδην γιγνομένους ἔχοιμʼ ἂν ἐπαινεῖν, εἰ μή τι καὶ χρείας προσείη καὶ τοῦ τοὺς ἀκούσαντας βελτίους ἐκ τῶν δυνατῶν ἀπελθεῖν, οὔθʼ ὅσα καὶ χαρίσασθαι δεῖ τῷ λόγῳ μετὰ τοῦ δικαίου τὴν μὲν ἐν ὀφθαλμοῖς θεραπεύσω πόλιν, τὰς δʼ ἑτέρας φύγοιμʼ ἂν τῶν εἰκότων ἀξιῶσαι, οὐδʼ ἐν αὐτῷ τούτῳ πρώτῳ διαστήσω τὰς πόλεις, ὥσπερ οἱ πολλοί τε καὶ φαῦλοι, ἀλλʼ ἐπαινέσομαι πάσας εἰς ὅσον εἰκός ἐστιν ἑκάστην, καὶ ἄρξομαί γε τῶνδε τῶν λόγων ἀπὸ τούτου. ἡγοῦμαι γὰρ τῷ βουλομένῳ φιλίαν κοινὴν ταῖς πόλεσι πρᾶξαι πρὸς ἀλλήλας οὐ τὰς μὲν εὖ λέγειν, τὰς δὲ κακῶς προσήκειν, ἀλλὰ πασῶν ἐπʼ εὐφημίᾳ μνησθῆναι, ἵνα πρῶτον μὲν ἅπαντες ἡδίους γενόμενοι προθυμότερον πρόσησθε τὴν συμβουλὴν, ἔπειτʼ ἤδη τι τῶν εἰς τὴν ὁμόνοιαν φερόντων περαίνηται. ἐὰν γὰρ εἰς τὸ κοινὸν ἐπαινούμενοι δέξησθε καὶ μηδεὶς ὑμῶν τὰς ἑτέρων εὐφημίας ὡς ἀτιμίαν ἑαυτοῦ λογίσηται, ἀλλὰ τοῖς ἀλλήλων ὡς ἰδίοις ἕκαστοι συνησθῆτε, πρῶτον μὲν ἀφʼ ἑστίας ἀρξάμενοι τὴν ὁμόνοιαν ἐνδείξεσθε, ἔπειτα καὶ αὐτοὶ κατὰ μικρὸν ἐθισθήσεσθε καὶ λέγειν ἀλλήλους εὖ καὶ φρονεῖν, ἃ κοινῇ πᾶσιν ὑμῖν συμφέρει. τὸ δὲ ἥκειν μὲν ὡς συμβουλεύσοντα ὁμονοεῖν, ὁμοῦ δὲ ὑμᾶς ἐπαινέσαι κατοκνεῖν, ἅμα μέν τις καὶ ἀνανδρεία μοι φαίνεται, ἅμα δὲ εἶναι καὶ διαφθείροντος τὴν ὑπόθεσιν, καὶ δυοῖν θάτερον, ἢ κακῶς ἐγκεχειρηκότος, ἢ μὴ εἰδότος ὅντινα χρὴ τρόπον περὶ αὐτῆς ἐπεξελθεῖν.
518.p3
518.p3
πρῶτον μὲν τοίνυν περὶ τῆς ὅλης συστάσεως ἐνθυμηθῶμεν, εἰς ἣν ἅπαντες οἱ ταύτῃ συντελοῦμεν ὁμοίως μείζους καὶ ἐλάττους, ὁπόσῳ τινὶ τῶν ἄλλων προέχειν πεπίστευται καὶ παρὰ τοῖς ἄρχουσι κριταῖς καὶ παρὰ τοῖς ἄλλοις σχεδὸν ὡς εἰπεῖν ἅπασιν. οὔτε γὰρ πόλεις τοσαύτας τὰς πάσας οὐδεμία ἄλλη τῶν πασῶν παρέχεται οὔτε δὴ