Orationes 42
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
519.p4
519.p4
τάς γε μεγίστας τοιαύτας. ἔτι δὲ χωρῶν κάλλη παντοῖα καὶ ὡρῶν συμμετρίαν καὶ διαίτας παντοίας καὶ θέσιν τὴν πᾶσαν, ὡς ἐν ὀμφαλῷ μὲν τῆς πάσης ἡγεμονίας ἵδρυται, πολλοῖς καὶ ἡμέροις τοῖς περὶ αὐτὴν ἔθνεσι καὶ γένεσιν ἐκ γῆς καὶ θαλάττης ἐστεφανωμένη· τάξει δὲ τῇ βελτίστῃ συνοικεῖ καὶ οὔτε αὐθάδειαν οὔτʼ ἄγαν δουλείαν ἔχοι τις ἂν αἰτιάσασθαι, ἀλλʼ ἐν μέσῳ σχήματι κάλλιστα δὴ τῶν ὑφʼ ἡλίῳ πολιτεύεται. εἰς τοῦτο δὲ ἀνήκει τῆς ἀξίας ὥστε τοσαύτης οὔσης τῆς ἁπάσης χώρας, ἣν ὅ τε Φᾶσις καὶ ὁ Νεῖλος διειλήφασι πρὸς τὸν ἄνω τόπον, καὶ ταύτης συλλήβδην κληθείσης Ἀσίας ὑφʼ Ἑλλήνων ἐξ ἀρχῆς, ἡ περὶ θάλατταν αὕτη νυνὶ μοῖρα ἀφελομένη τὴν ἤπειρον τοὔνομα ἑαυτῆς ἴδιον πεποίηται, οὕτως ἀντὶ πάσης τῆς ἄλλης νενίκηκεν εἶναι. πρὸς δὲ τούτοις ἡ παρὰ τῶν ἡγεμόνων αἰδὼς καὶ φιλανθρωπία καὶ τὸ συγκεχωρηκὸς εἰς ἅπαντα βελτίους ἢ ὁμοτίμους ὑμᾶς εἶναι τοῖς πολλοῖς τῶν ἀρχομένων πεποίηκε δοκεῖν. ὥστε πῶς οὐκ εἰκὸς ἅπαντας μὲν ἀγάλλεσθαι τοῖς ὑπάρχουσι, πάντας δὲ ὡς ὑπὲρ οἰκείων καὶ κοινῶν ἀγαθῶν οὕτω διανοεῖσθαι, στασιάζειν δὲ πρὸς αὑτοὺς μηδαμῶς, περὶ ὧν γε οὐδεὶς τῶν ἔξω στασιάζει τὸ μὴ οὐ τοῖς πᾶσι κρατεῖν. φέρε δὴ καὶ τὰς πόλεις ἐπέλθω τὰς περὶ τοῦ πρωτείου νῦν ἁμιλλωμένας καὶ παρʼ ὧν ἡ πλείστη τῆς ἔριδος ἀρχὴ συμβαίνει, οὐκ αὐτῶν, ὥς γʼ ἐγὼ φαίην ἂν, μᾶλλον ἁμαρτανουσῶν ἢ τῶν ἄλλων ὅσοι περὶ ταύτας διῄρηνται. ᾗ γὰρ ἂν οἰκείως ἕκαστος ἔχων τυγχάνῃ, τὰς ἄλλας ὑπὲρ ταύτης κακίζειν καθʼ ὅσον δύναται βούλεται. ἐγὼ δὲ τοῦτο μὲν οὔτʼ ἂν αὐτὸς ποιήσαιμι οὔθʼ ὅστις ἄλλος ποιεῖ νοῦν ἔχειν ἡγοῦμαι, τὴν δὲ ἐναντίαν πᾶσαν βαδιοῦμαι καὶ τὰς πόλεις ὡς ἂν οἷός τε ὦ κοσμήσω, κεφαλαίοις τῶν ἐπαίνων ὥσπερ εἰκός ἐστι χρώμενος.
519.p5
519.p5
ἄρξομαι δʼἀπὸ τῆς δεχομένης ἡμᾶς τὰ νῦν καὶ ἢ τὸ βουλευτήριον τοῖς περὶ τούτων λόγοις παρέχεται. ὡς μὲν οὖν ἦρξέ ποτε τῶν περὶ τὸν τόπον τοῦτον καὶ ὡς ὕστερον αὐτὰ ταῦτα ἐφʼ οἷς φιλοτιμούμεθα ἐντεῦθεν ἔσχε τὴν ἀρχὴν ἐάσειν μοι δοκῶ, ἃ δʼ εὐθὺς εἰς ὀφθαλμοὺς