Orationes 42
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
520.p6
520.p6
ἔρχεται, ἀκρόπολις μὲν αὕτη τοσαύτη τὸ μέγεθος, πόρρωθεν ἀστράπτουσα ἀπὸ πάσης εἰσόδου, ὥσπερ κοινή τις κορυφὴ τοῦ ἔθνους. ὑπὸ δʼ αὐτὴν ἡ λοιπὴ πόλις ἄλλη κατʼ ἄλλους τόπους παντοίας εἴληφε θέσεις τε καὶ μορφάς. φαίης ἂν ἄστη πολλὰ συνελθόντα εἰς ταυτὸν οἰκεῖν καὶ εἶναί τινας ὥσπερ ἀστυγείτονας χρόνῳ συνοίκους γεγενημένους, αὐξηθέντων αὐτοῖς τῶν ἐπʼ ἀλλήλους ἀεί. κόσμοι δὲ καὶ παλαιοὶ καὶ νέοι διὰ πάσης τῆς πόλεως διήκοντες, εἷς αὐτῶν ὁ τυχὼν ἀποχρῶν καὶ συμπάσης πόλεως κόσμος εἶναι. πολλὰ μὲν δὴ καὶ περὶ τῶν ἄλλων ἄν τις ἔχοι διεξιέναι τῶν εἴτε μερῶν εἴτε καὶ ὡς πολισμάτων χρὴ λέγειν, τὸ δʼ ἁπάντων τιμιώτατον καὶ πάσης ἀεὶ μνήμης ἐμοὶ τίς ἂν οἷός τʼ εἴη σιωπῇ παρελθεῖν; λέγω δὲ τὸ τελευταῖον τμῆμα τῆς πόλεως, ὃ τῷ σωτῆρι καθωσίωται κατὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων ἀγαθὴν τύχην. ἐπειδὴ γὰρ ἔδει καὶ εἰς τήνδε τὴν ἤπειρον διαβῆναι τὸν θεὸν, διαβαίνει πρῶτον ἐνταυθοῖ καὶ τὴν πόλιν ὁρμητήριον ποιεῖται τῆς εἰς ἅπασαν τὴν ἤπειρον ὁμιλίας. καὶ γίγνεται τοῖς μὲν χρόνοις αὕτη δευτέρα τις ἀποικία δεῦρο ἐκ τῆς Ἑλλάδος μετὰ τὴν ἐξ Ἀρκαδίας τῶν ἅμα Τηλέφῳ, τῇ δὲ ἀξίᾳ καὶ τῇ δυνάμει πολὺ πρεσβυτάτη πασῶν ἀποικιῶν. ἑστία γὰρ Ἀσκληπιοῦ τῆς Ἀσίας ἐνταῦθα ἱδρύθη, κἀνταῦθα δὴ φρυκτοὶ φίλιοι πᾶσιν ἀνθρώποις αἴρονται παρὰ τοῦ θεοῦ καλοῦντός τε ὡς αὐτὸν καὶ μάλα ἀληθινὸν φῶς ἀνίσχοντος. καὶ οὔτε χοροῦ σύλλογος πρᾶγμα τοσοῦτον οὔτε πλοῦ κοινωνία οὔτε διδασκάλων τῶν αὐτῶν τυχεῖν, ὅσον χρῆμα καὶ κέρδος εἰς Ἀσκληπιοῦ τε συμφοιτῆσαι καὶ τελεσθῆναι τὰ πρῶτα τῶν ἱερῶν ὑπὸ τῷ καλλίστῳ καὶ τελεωτάτῳ δᾳδούχῳ καὶ μυσταγωγῷ καὶ ᾧ πᾶς ἀνάγκης εἴκει θεσμός. ἐγὼ μὲν οὖν καὶ αὐτός εἰμι τῶν οὐ δὶς βεβιωκότων ὑπὸ τῷ θεῷ, ἀλλὰ πολλούς τε καὶ παντοδαποὺς βίους βεβιωκότων καὶ τὴν νόσον κατὰ τοῦτο εἶναι λυσιτελῆ νομιζόντων, πρὸς δὲ καὶ ψήφους εἰληφότων· ἀνθʼ ὧν ἔγωγʼ ἂν οὐδὲ σύμπασαν δεξαίμην τὴν ἐν ἀνθρώποις λεγομένην εὐδαιμονίαν. οὐκοῦν οὐδὲ ἀλίμενα