Orationes 42
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
521.p7
521.p7
φήσαι τις ἂν εἶναι τὰ τῇδε, ἀλλʼ ἐκεῖνο ὀρθότατον καὶ δικαιότατον λέγειν, ὡς ἄρα οὗτος λιμένων ἁπάντων ὀχυρώτατος καὶ βεβαιότατος καὶ πλείστους δεχόμενος, καὶ γαλήνῃ πλεῖστον προέχων, ἐν ᾧ πᾶσιν ἐξ Ἀσκληπιοῦ τὰ ἐπίγυια τῆς σωτηρίας ἤρτηται. ὥστε τίς οὐκ ἂν τοσαύτῃ καὶ τοιαύτῃ πόλει συναιρόμενός τε καὶ συνευχόμενος καὶ πᾶν ὅσον εὐφημίας οἷός τʼ εἴη νέμων σωφρονοίη; ἐγὼ μὲν γὰρ ἡγοῦμαι ὥσπερ αὕτη κοινὸν ἅπασιν ἀνθρώποις ἀγαθόν ἐστι τῇ δυνάμει τοῦ θεοῦ, οὕτω καὶ αὐτὴν δικαίως ἂν παρὰ πάντων κοινῆς εὐνοίας ἅμα καὶ τιμῆς τυγχάνειν.
521.p8
521.p8
εἶεν. ἀλλὰ τὸ τῆς Σμύρνης πρᾶγμα φαῦλόν τι καὶ τὸ τυχὸν, ἢ τοιοῦτον οἷον πολλαχόθεν λαβεῖν εἶναι τὸ παράδειγμα· ἣν ὅσοι μὲν οὐκ εἶδον οὐδʼ ἂν ἐφικέσθαι δυνηθεῖεν εἰκάζοντες, οἱ δʼ ἰδόντες θεῶν ἔργον ἂν φήσαιεν εἶναι, ὥσπερ Ὅμηρος ἔφη τὴν τοῦ Ἀχιλλέως ἀσπίδα Ἡφαίστου ποίημα εἶναι καὶ τὰς ἐν ἐκείνῃ δὴ πόλεις. πρόσοψις μὲν ἐκ γῆς καὶ θαλάττης πολλὴν ἂν ἔριν παρασχοῦσα τοῖς τε εἰσπλέουσι καὶ τοῖς ἐξελαύνουσιν ὁπότεροι μᾶλλον ἥσθησαν αὐτῶν. ἀνέχει γὰρ ἐν πλαισίῳ, βάσιν μὲν τὴν ἠιόνα ποιουμένη, κορυφὴν δὲ τὸ ἐπίπεδον τῆς ἄνω πλευρᾶς, ἐκ πεδίου τε καὶ τεμπῶν ὑψουμένη κατὰ μικρὸν ἀεὶ διʼ ὁμοίου τοῦ σχήματος. ταῦτα δὲ οὐκ ὄψις ἄρʼ ἦν μόνον, ἀλλὰ νικᾷ τἄνδοθεν. ὅσος γὰρ κόσμος χρείᾳ συγκεκλήρωται σώματι μὲν λυσιτελεῖς ἀναπαύσεις ἔχων, ψυχῇ δʼ ἐξουσίαν καὶ ῥᾳστώνην εἰς τοὺς προσήκοντας παρέχων πόνους, ἅπας συνελήλυθεν ἐξ ἱερῶν, ἐκ λουτρῶν, ἐκ λιμένων, ἐκ δρόμων. ὥστʼ οὐδείς ἐστιν ὅστις ἂν σχολάσειε μεγίστην αὐτὴν προσειπεῖν, τῇ περιουσίᾳ τοῦ κάλλους γεγοητευμένος. θάλαττα δὲ καὶ ποταμοὶ καὶ προάστεια ἀλλήλων τε καὶ τῆς πόλεως ἄξια, ὥσπερ οὐ τύχῃ μᾶλλον ἢ ψήφῳ τῇ πόλει συγκεκληρωμένα. φαίης ἂν τὸ τοῦ Σμυρναίου ποιητοῦ, Ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος, ὅστις οὐ πρότερον τοῦ τῆς Σμύρνης κάλλους ἐρᾷ, ἔπειθʼ οὕτως ὅτου δὴ τύχοι. τὸ δʼ αὖ μέγιστον ἁπάντων καὶ ἐντιμότατον εἰπεῖν, οἱ Μουσῶν καὶ