Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 42
Aristides, Aelius42 522 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
522.p9
522.p9
Χαρίτων χοροὶ διʼ αἰῶνος τὴν πόλιν ἐμβατεύοντες, διʼ οὓς οὐχ ἡδίους μόνον, ἀλλὰ καὶ βελτίους πέφυκεν ἀπαλλάττειν τοὺς εἰσαφικνουμένους. ὥστε πῶς εἰκὸς, εἰ καὶ τὰ ἄλλα βελτίους γιγνόμεθα, περὶ ταύτην χείρους, ἀλλὰ μὴ βελτίους τοῖς δρωμένοις εἶναι, καὶ τὰς μὲν περὶ τοὺς λόγους ἐπιδόσεις τε καὶ διατριβὰς ἐν ἐκείνῃ μάλιστά πως ἅπασι γίγνεσθαι, ὅσα δʼ εἰς εὐφημίαν καὶ τὴν ἀπὸ τῶν λόγων χάριν ἔρχεται, μὴ ἐν πρώταις πόλεων ἐκείνῃ νέμειν;
522.p10
522.p10
φέρε δὴ καὶ τῆς τρίτης ὡσπερεὶ σπονδῆς μνημονεύσωμεν· λέγω δὲ ἀριθμῷ τρίτην, οὐ τάξει τὰ νῦν· μὴ γάρ μοι ῥῆμα θηρεύων μηδεὶς εἰς τοὐναντίον ἀνθελκέτω τὸν λόγον. μέγιστον μὲν οὖν αὐτὸ τοῦτʼ ἤδη περὶ αὐτῆς ἔξεστιν εἰπεῖν, τὸ δυοῖν μὲν οὐσῶν τούτων πόλεων, τοσούτων δʼ αὖ καὶ τῶν περὶ αὐτῶν εἰρημένων ὄντων, λείπεσθαί τι καὶ περὶ ταύτης ἅμα τʼ ἀλλοῖον εἰπεῖν καὶ οὐ χεῖρον εἰρῆσθαι. οἶμαι δὲ καὶ πάντας ὅσοι στηλῶν Ἡρακλέους ἐντὸς καὶ ποταμοῦ Φάσιδος, οἰκειουμένους τὴν Ἔφεσον ὀρθῶς ἂν διανοεῖσθαι, τοῦτο μὲν τῇ τῶν λιμένων κοινότητι, τοῦτο δὲ ταῖς ἄλλαις ἁπάσαις ὑποδοχαῖς. πάντες γὰρ ὡς εἰς πατρίδα αὑτῶν κομίζονται καὶ οὐδεὶς οὕτως ἀγνώμων οὐδʼ οὕτως σφόδρα ὁμόσε τοῖς φανεροῖς ἰὼν, ὅστις οὐκ ἂν συγχωρήσειε ταμιεῖόν τε κοινὸν τῆς Ἀσίας εἶναι τὴν πόλιν καὶ τῆς χρείας καταφυγήν· οὐδέ γε οὕτω φιλαίτιος οὐδεὶς ὅστις ἂν μέμψαιτο ἐκείνης τῆς πόλεως τοὺς ὅρους. πολλὴ μὲν γὰρ εἰς μεσόγειαν ἀεὶ βαδίζοντι, πολλὴ δʼ ἐπʼ αὐτῆς τῆς θαλάττης, πανταχοῦ δὲ ἱκανὴ παρασχεῖν ἅπαντα ὅσων δεῖ πόλει, διαίταις τε ἁπάσαις ἀρκέσαι, ὅσας ἄνθρωποι διαιτᾶσθαι δύνανται καὶ προαιροῦνται. καίτοι πῶς εἰκὸς τὴν μὲν χρείαν κοινὴν ἅπασι τὴν παρʼ αὐτῆς εἶναι, τὴν δʼ εὔνοιαν μὴ κοινὴν αὐτῇ παρὰ πάντων ὑπάρχειν, καὶ τὸ μὲν εὐθενεῖν τὴν πόλιν πᾶσιν ὁμοίως διαφέρειν, μὴ συνεύχεσθαι δʼ ἅπαντας ὁμοίως τὴν πόλιν εὐθενεῖν; καὶ κατὰ μὲν τοὺς χρόνους τοὺς Περσικοὺς τοσαύτην αἰδῶ παρὰ τῶν βαρβάρων ὑπάρχειν τῇ Ἀρτέμιδι, ἡνίκα δʼ αὐτός τε ὁ νεὼς μείζων ἢ πρόσθεν ἕστηκεν, ἀρχή τε ἡ μεγίστη πασῶν καὶ ἅμα

Intertext edge

Open linked passage

Note