Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 42
Aristides, Aelius42 523 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
523.p11
523.p11
σεμνοτάτη καθέστηκε, μὴ καὶ ἓν τοῦτο ἐξαρκεῖν ὑπολαμβάνειν εἰς φιλίαν τῇ πόλει, τὴν τῆς θεοῦ τιμὴν, ἣν αὐτή τε τιμήσασα ἔχει τὴν πόλιν καὶ παρʼ ἀνθρώπων αὐτὴν εἰκός ἐστι φέρεσθαι; καὶ μὴν αἱ μὲν δύο τῶν πόλεων μιᾶς καὶ τῆς αὐτῆς ἄποικοι τῆς Ἀθηναίων πόλεως, ἣν οὐδʼ ἂν εἷς αἰσχυνθείη δή που πρόσχημα παντὸς τοῦ Ἑλληνικοῦ προσειπεῖν· ἤδη δὲ ἔχει τι καὶ αὕτη παραπλήσιον ταῖς Ἀθήναις αὐχῆσαι κατὰ τὴν τῶν αὐτοχθόνων ἀνδρῶν τε καὶ ἡρώων φοράν· εἰ δὲ μὴ, ταύταις γʼ ἔχει παραπλήσιον. καὶ γὰρ αὐτῇ τὰ τῶν ἀποίκων ἀπὸ αὐτοχθόνων ἐστὶ τῶν Ἀρκάδων. ὥστε κἀκ τούτων εἰκὸς γνῶναί τε ἀλλήλας καὶ τιμῆσαι τὰ γιγνόμενα. εἶεν. ἃ μὲν δὴ κοινῇ τοῖς γένεσι τοῖς συντελοῦσι καὶ ταῖς πόλεσι ταῖς τοῦ πρωτείου ἀντιποιουμέναις ἀποδοθῆναι προσῆκεν εἴρηται διὰ πάσης βραχύτητος, ὥς γʼ ἐμοὶ φαίνεται, καὶ ἅμα οὐ τὰ φαυλότατα, ὡς ὑμεῖς ἐπεσημήνασθε· καὶ πολλὴ χάρις ὑμῖν ταῦτά γε δὴ δεξαμένοις εὐμενῶς. ἀκόλουθον δʼ ἐμοί τε τὸν λοιπὸν λόγον προσθεῖναι τὸν τῆς παρακλήσεως, εἴπερ μὴ ψυχαγωγία τις ἔσεσθαι μέλλει μόνον τῆς ἀκροάσεως, ἀλλά τι καὶ χρείας προσέσται, ὑμῖν τʼ ἐθελῆσαι καὶ τούτων μετὰ τῆς ὁμοίας ἀκοῦσαι γνώμης, ἵνα μὴ μόνον τῇ παραχρῆμα εὐφημίᾳ τετιμηκότες ἦτε τὸν λόγον, ἀλλὰ καὶ τῇ παρὰ πάντα τὸν χρόνον καὶ ἐπʼ αὐτῶν τῶν πραγμάτων μνήμῃ.
523.p12
523.p12
ἐγὼ γὰρ, ὦ ἄνδρες ἄριστοι τῶν τῇδε Ἑλλήνων, εἰ μὲν ἔμελλον ὑμῶν ἕκαστοι ταῦτα ἐφʼ οἷς νῦν ἀγάλλονται προήσεσθαι τῇ πρὸς τοὺς ἄλλους ἐπιεικείᾳ καὶ κοινότητι, οὐδʼ ἂν αὐτὸς συνεβούλευον τὰ οἴκοι βλάπτοντας τὰ τῶν πλησίον κοσμεῖν. ὅτε δέ ἐστι τοσαῦτα ἑκάστοις ἐφʼ οἷς ὑπάρχει φιλοτιμεῖσθαι καὶ οὐδὲν ἔλαττον ἀνάγκη φρονεῖν ἀρετῇ χρωμένους εἰς ἀλλήλους, οὐχ ὁρῶ τίνʼ ἔχει λόγον ἡ διαφορὰ, ἀλλὰ καὶ τοὐναντίον εἴποιμʼ ἂν ἅπαν τούτου, βουλομένων μὲν εἶναι σώζειν τὴν ἑαυτῶν φιλοτιμίαν, πράως τοῖς ἄλλοις ὁμιλεῖν, ἐπηρεαζόντων δὲ τοῖς ὑπάρχουσιν εἰς ἔριν καὶ φιλονεικίαν ἐξάγειν. ἐν μὲν γὰρ τῇ ὁμονοίᾳ καὶ ἑτέρους ἔστιν ἐπαινέσαι καὶ τὰ ἑαυτῶν ἀκούειν

Intertext edge

Open linked passage

Note