Orationes 42
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
524.p13
524.p13
ἐπαινούμενα, ἐν δὲ τῷ διαστῆναι κακῶς ἑτέρους εἰπόντας ἀντακοῦσαι κακῶς αὐτοὺς καὶ ἃ μὴ προσῆκεν. ὥσθʼ ὅσῳ τις μᾶλλον ἐπαινεῖσθαι βούλεται καὶ τῶν ὑπαρχόντων ἀπολαύειν πλεονεκτημάτων, τοσούτῳ μᾶλλον τῶν ἴσων ὑπαρκτέον αὐτῷ καὶ ταῖς ἐπιεικείαις χρηστέον. ἀλογώτατον δʼ ἂν εἴη πάντων ἄχθεσθαι μὲν τοῖς ἑτέρων ἀγαθοῖς, λυμαίνεσθαι δὲ τοῖς ἑαυτῶν, καὶ μᾶλλον δυσχεραίνειν εἴ τις καὶ ἕτερος τὰ εἰκότα τιμήσεται ἢ εἰ τῶν προσηκόντων αὐτὸς παρὰ πάντων ἑκόντων μὴ τεύξεται. καὶ μὴν ἅμα τε ἀχθεσθήσεται τοῖς ἑτέρων ἀγαθοῖς καὶ δῆλος ἔσται φθονῶν. τοῦτο δὲ οὐ τοῦ κρείττονος οὐδαμῶς. ἄξιον τοίνυν κἀκεῖνο ἐνθυμηθῆναι, ὅτι ταυτὶ μὲν ἅπαντα ὅσα μικρῷ πρόσθεν διῄειμεν καὶ ὅσα τοιαῦτα ἂν εἴποι τις, οἷον κάλλη δημοσίων οἰκοδομημάτων καὶ μεγέθη περιβόλων, καὶ κεῖσθαι καλῶς καὶ χρήμασιν ἰσχύειν ἐγγείοις ἢ ναυτικοῖς, καὶ πάνθʼ ὅσα τούτου τοῦ γένους ἔχεται, τύχης ἄν τις φήσειεν εἶναι, τῆς καὶ διδούσης ἕκαστα τούτων καὶ παραιρουμένης ἡνίκʼ ἂν αὖ καὶ τοῦτο βουληθῇ· ἡ δὲ τῆς ὁμονοίας προαίρεσις καὶ τὸ χρῆσθαι τὰ πρέποντα ἀλλήλοις αὐτῆς τῆς γνώμης τῶν οὕτω διακειμένων ἐστίν. ὥστʼ οὐχὶ τοσοῦτον εἰκὸς τοὺς ἐκείνῃ προέχοντας φρονεῖν, ὅσον τοὺς κατὰ ταῦτα νικῶντας. καὶ μὴν ἐκεῖνα μὲν ἔξεστι μὴ πάντων ἐφεξῆς εἶναι φῆσαι, ἀλλὰ τῶν κατασκευασαμένων καὶ παρʼ ὧν ἕκαστα παρειλήφαμεν, οἱ μὲν κατὰ τοὺς αὐτοὺς χρόνους, οἱ δʼ ὕστερον γενόμενοι. τὸ δʼ εὖ βουλεύεσθαι καὶ σωφρονεῖν ἅπαντός ἐστι δή που τοῦ βουλομένου τοῦτο ἑαυτῷ παρεῖναι. χρὴ δʼ ὥσπερ οἰκίαν ἄριστα κατεσκευάσθαι κρίνομεν οὐχ ἥτις ἂν ὡς κάλλιστα λίθων ἔχῃ, ἀλλʼ ἥτις ἂν μιᾷ γνώμῃ μάλιστα οἰκῆται, οὕτω καὶ πόλεις ἄριστα νομίζειν οἰκεῖν αἵτινες ἂν ταυτὸν φρονεῖν ἐπίστωνται. δεινὸν γὰρ ἡ στάσις πανταχῆ καὶ θορυβῶδες καὶ τῇ φθόῃ παραπλήσιον. ἕλκει γὰρ ἁπάσας τὰς δυνάμεις καὶ προσπεφυκὸς ἐκμυζεῖ καὶ κενοῖ καὶ οὐ πρότερον παύεται πρὶν ἂν ἐκτρίψῃ παντελῶς, ὑπηρέταις αὐτοῖς καθʼ ἑαυτῶν χρησάμενον τοῖς νοσοῦσιν.