Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 42
Aristides, Aelius42 525 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
525.p14
525.p14
ἀλλὰ μὴν ὅτε καὶ παντὸς ἔθνους τοῦτο σχῆμα κάλλιστον καὶ αὕτη σωτηρία βεβαιοτάτη, δῆλον δή που τοῦθʼ ὅτι καὶ πόλεις καὶ σύντρεις καὶ συμπλείους τῶν εἰς ταυτὸν τελουσῶν εἰκὸς ἔχεσθαι τούτου. οὐ γὰρ δή που ἅ γε κοινῇ πάσαις ταῖς ἐν τῷ ἔθνει συμφέρει, ταῦτʼ ἐνίαις αὐτῶν οὐχὶ τὸν αὐτὸν ἔχει λόγον. οὐ γὰρ εἰ τοῦ πρωτεύειν ἀντιποιοῦνται, τοῦτο βελτίω τι τὴν στάσιν ποιεῖ, ἀλλʼ ἐνταῦθα δὴ καὶ τὴν ὑπερβολὴν εὕροι τις ἄν. εἰ γὰρ ἃ μηδὲ τοῖς τυχοῦσι [μηδὲ τοῖς φαυλοτάτοις] ἐπιβάλλειν μηδʼ ἂν εἷς φήσειε, ταῦθʼ οἱ προέχειν ἀξιοῦντες ἑαυτοῖς ἡγήσονται προσήκειν, καὶ μὴ καθʼ ὅσον δύνανται φυλάξονται, πῶς οὐ προσθήκην ἡ κατηγορία λαμβάνει, ἢ πῶς οὐχ ἕτερον μέν ἐστιν ὃ βούλονται, ἕτερον δʼ ὃ κατασκευάζουσι; βούλονται μὲν γὰρ εὐδοκιμεῖν ὡς ἄριστοι δή που, φαίνοιντο δʼ ἂν οὕτω γε ἐξ ἴσου τοῖς κακίστοις διακείμενοι. οἶμαι δʼ ὥσπερ τοὺς στρατηγοὺς πᾶς τις ἂν ἀξιώσειε μάλιστα μὲν βελτίους εἶναι τῶν στρατιωτῶν, πάντως δὲ μὴ χείρους, οὕτω καὶ τὰς πόλεις αἷς τὸ προβουλεύειν ἀνάκειται μὴ χεῖρον τῶν φαυλοτέρων καὶ τῶν πολλῶν φρονεῖν. ὥσπερ τοίνυν εὐταξία καὶ κόσμος οὐ τοῖς μὲν στρατιώταις ἐπιτήδειον, στρατηγοῖς δὲ ἄτιμον οὐδὲ ἄχρηστον ὑπάρχει, ἀλλʼ εἴπερ οἱ πολλοὶ παρέξουσιν ἑαυτοὺς ἐν τῷ τεταγμένῳ, δεῖ τοὺς ἡγουμένους αὐτοῦ τούτου πρῶτον αὐτὸ ἡγεῖσθαι, ὡς ἐκεῖνό γε ἀμήχανον, στρατηγῶν στασιαζόντων καὶ τεταραγμένων πρὸς ἀλλήλους στράτευμα μιᾶς γνώμης γενέσθαι, οὕτω καὶ τῶν πόλεων χρὴ νομίζειν μάλιστα προσήκειν σωφρονεῖν αἵτινες ἀντὶ τοῦ κοινοῦ σχήματός εἰσιν ἅπασι τοῖς ἐν τῷ γένει. θαυμάζω δʼ εἰ πολέμου μὲν ἥκοντος πᾶς τις ἂν αὑτοῦ κέρδος ἡγοῖτο ὡς μετὰ πλείστων καὶ γενναιοτάτων συμμάχων κινδυνεύειν, ἐξὸν δʼ ἀκινδύνως τὰ ὑπάρχοντα καρποῦσθαι, εἰ μετʼ ἄλλων ὑπάρξει, ζημίαν λογιεῖται, καὶ μηδʼ ἐκεῖνο ἐνθυμηθήσεται, ὅτι ὅσῳ ἂν μειζόνων ἑαυτὸν ἀξιοῖ, τοσούτω μᾶλλον εἰκός ἐστι καὶ τοῖς ἄλλοις χρηστὰ τὰ πράγματʼ εἶναι συμβούλεσθαι· ὡς τὸ μὲν τῶν οὐδενὸς ἀξίων ἔμπροσθεν εἶναι σεμνὸν οὐδὲν, ἡ δὲ πρὸς τοὺς ἐλλογίμους ἅμιλλα κατʼ ἀμφότερʼ ἀσφαλής. καὶ γὰρ

Intertext edge

Open linked passage

Note