Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 42
Aristides, Aelius42 526 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
526.p15
526.p15
νικῶντι καλὸν τὸ σχῆμα τῆς φιλοτιμίας, κἂν ἄλλο τι συμβαίνῃ, πάρεστιν ἡ παραμυθία. ἔξεστι δὲ κἀκ τῶν Ὁμήρου μαθεῖν. ἐπειδὴ γὰρ κοινότατος ὁ ποιητὴς, οὐ χεῖρον κἀκείνῳ πρός γε τὰ τοιαῦτα προσχρῆσθαι. ἐκεῖνος γὰρ τούς τε ἥρωας ἅπαντας ὡς ἔπος εἰπεῖν ἐπαινεῖ καὶ τοὺς ἐναντιωτάτους ἀλλήλοις, ἡγούμενος μείζω τοῖς κρατήσασιν αὐτῶν οὕτως ἂν γίγνεσθαι τὴν δόξαν. καὶ τὰς πόλεις καταλέγων ἄλλας ἄλλον κεκόσμηκε τρόπον, πάσας δʼ εἰς ὅσον οἷόν τε ἦν, ὅ τι καὶ μικρὸν ἔχοι τιμῆσαί τινα αὐτῶν οὐδαμῆ προϊέμενος. ἐλαφρὰ γὰρ, φασὶ, χάρις ἡ τῆς εὐφημίας. ὥστε μηδὲ τοὺς ἐχθροὺς δεῖν ἀποστερεῖν τοῦ τοιούτου χρηστόν γέ τι πράξαντας θεῶν τινος εἶναι παραίνεσιν Ἡρακλεῖ Πίνδαρος, οἶμαι, λέγει. οὕτω φύσει θεῖόν τι χρῆμα τὸ τῆς εὐφημίας, καὶ οὐκ ἐπειδὰν τῶν ἱερῶν μέλλωμεν κατάρχεσθαι, τότʼ ἔχει μόνον καιρὸν, ἀλλὰ κἀν τοῖς πλείστοις τῶν ἀνθρωπείων πραγμάτων. τοὺς δʼ εἰς ὅσον ἔξεστι χρωμένους αὐτῇ κεχαρισμένως ἂν τοῖς θεοῖς ποιεῖν σύμβολον ἥ τε τοῦ κήρυκος αὕτη φωνὴ καὶ ἡ τῶν ἱερέων, ἐπειδὰν τἀγαθὰ τοὺς θεοὺς αἰτῶμεν, γιγνομένη. ὥσθʼ ὅτε τῇ τῶν ἀγαθῶν αἰτήσει προσήκει τοῦτο τὸ εἶδος τῶν λόγων, εἰκὸς δή που καὶ καθάπαξ αὐτὸ τιμῶντας βέλτιον πράττειν ἂν οἴεσθαι καὶ τῆς βελτίονος μοίρας σώζειν πρᾶγμα. εἰ δʼ αὖ τοῦθʼ οὕτως ἔχει, πῶς οὐ φευκτὸν καὶ κατὰ τοῦτο ἡ στάσις; ὡς οὐκ ἔσθʼ ὅ τι μᾶλλον ἐναντίον εὐφημίᾳ τούτου τοῦ κακοῦ· δυοῖν γὰρ ἓν ἀντίκειται τοῖν καλλίστοιν. οὔτε γὰρ λέγειν τὰ βέλτιστα οὔτε πράττειν ἐᾷ, ἀλλὰ βλασφημίας μὲν ἀντʼ εὐφημίας, δυσπραξίας δὲ ἀντʼ εὐτυχίας φέρει. οὕτως οὗ μὲν εὐφημία, καὶ εὐπραξία, οὗ δὲ στάσις, οὐδέτερον σώζεται.
526.p16
526.p16
καὶ μὴν ὁ μὲν οὐδαμῶς ἀξιῶν καθαιρεῖν τοὺς πλησίον θαρρῶν ἑαυτῷ δοκεῖ ποιεῖν τοῦτο, ὡς οὐδὲν ἂν αὐτός γε ἐλάττων ταύτῃ νομισθεὶς, ὁ δὲ τὴν εἰς ἑτέρους ἐπήρειαν κέρδος ἑαυτοῦ ποιούμενος χωρὶς τῆς ἄλλης κακίας ὕποπτον ἑαυτὸν καὶ περὶ ὧν ἐρίζει καθίστησιν, ὡς οὐδὲν

Intertext edge

Open linked passage

Note