Orationes 42
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
527.p17
527.p17
ἔχων εἰπεῖν τοσοῦτον ὅσον βούλεται. ὥστʼ οὐδʼ ὅστις ἂν μόνον εἶπε τὴν αὐθάδειαν ὑποκοριζόμενος ἀνδρείαν, δόξειεν ἂν τοιοῦτος εἶναι, ἀλλὰ πᾶν τοὐναντίον φόβῳ τῷ περὶ τῶν ὑπαρχόντων. ὥσπερ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσι τὸ τὴν νόμιμον καὶ γιγνομένην μάχην ἀφέντας τὸν ἔξωθεν τρόπον κακουργεῖν οὐ πάνυ θαρρούντων ἐστὶν ἑαυτοῖς, οὐδʼ ἡγουμένων οἷόν τε εἶναι νικᾶν ἐκ περιουσίας, οὕτω κἀν τοῖς πράγμασιν ἡ παρὰ καιρὸν ἔρις καὶ τὸ τοῦ προσήκοντος ἔξω σχήματος ἡττωμένων τοῖς ὅλοις εἶναι δοκεῖ. ὥστε οὐ φθόνου μᾶλλον, ἀλλὰ καὶ φόβου καὶ ὕβρεως καὶ ἀνοίας καὶ συλλήβδην εἰπεῖν ἁπάσης κακίας ἐστὶν ἡ στάσις αἰτία, καὶ τῇ προσηγορίᾳ ἁπάντων ἐναντιώτατα ἔχει, ἣν ὑμεῖς περὶ πρωτείων αὐτοῖς τέθεισθε. χωρὶς δὲ τούτων τὸ μὲν πρὸς τοὺς ἀλλοφύλους ἐθελέχθρως καὶ φιλονείκως ἔχειν τάχʼ ἄν τις εἴη συγγνώμη, τὸ δὲ πρὸς αὑτοὺς οὕτως ἀπίστως καὶ στασιαστικῶς διακεῖσθαι οὔτε γνώμης ἀγαθῆς οὔτε τύχης οὐδʼ ἂν εἷς φήσειεν εἶναι. ἔχοιτε δʼ ἂν ἐξετάσαι παραδείγμασι τοῖς ἤδη συμβεβηκόσι χρώμενοι. καὶ γὰρ εἰ μὴ ὅμοια τὰ πράγματα μηδʼ οἱ καιροὶ παραπλήσιοι, τό γε εὖ φρονεῖν ἀεί πως ταυτόν ἐστιν. ἀνενέγκατε τοίνυν ἐπὶ τὴν ἀρχαίαν Ἑλλάδα, ἐπειδὴ καὶ ἀποίκοις τῶν Ἑλλήνων τῶν ἐκεῖ συμβέβηκε σχεδὸν ἅπασιν ὑμῖν εἶναι —λέξω δὲ οὐδὲν καινὸν, ἀλλʼ ἃ πάντες ἐπίστασθε— τοὺς Λακεδαιμονίους καὶ τοὺς Ἀθηναίους. ἐκεῖνοι γὰρ μέχρι μὲν ταυτὰ ἐφρόνουν καὶ μίαν γνώμην εἶχον περὶ τῶν πραγμάτων, ζηλωτοὶ μὲν αὐτοὶ πᾶσι τοῖς Ἕλλησιν ἦσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν ἀλλήλοις τε καὶ τῶν ἄλλων τοῖς δεηθεῖσιν ἑαυτῶν αἴτιοι· καὶ συστάντων ἐπὶ τοὺς Ἕλληνας ἁπάντων ὡς εἰπεῖν ἀνθρώπων, ὥστε τὴν μὲν θάλατταν ἐμπλησθῆναι τριήρων, τὴν δὲ γῆν πεζῶν, εἶναι δὲ τὴν προσδοκίαν τῶν κακῶν ἐν κέρδους μέρει τῷ μὴ αὐτά γέ πω παρεῖναι, οὐκ ἠπόρησαν ὅ τι χρήσονται, ἀλλὰ ἀκούοντες μὲν γῆν καὶ θάλατταν μεταβάλλοντα εἰς ἄλληλα, ἀκούοντες δὲ ἥλιον κρυπτόμενον τοῖς τοξεύμασι, καὶ ποταμοὺς ἐπιλείποντας πίνουσι τοῖς ἐπιοῦσι, καὶ ἔθνη καὶ πόλεις ὅλας ἀναλισκομένας εἰς δείπνου λόγον τῷ βασιλεῖ· πρὸς δὲ τούτοις τοῦ θεοῦ