Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 42
Aristides, Aelius42 529 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
529.p19
529.p19
πρὸς τὴν Ἀσίαν ἄνω. τροπαίων δὲ τρόπαια ἐξήπτετο καὶ βωμοὶ Διὸς ἐλευθερίου καὶ τρίποδες κοινοὶ τῶν Ἑλλήνων ἐν Δελφοῖς καὶ ἀναθήματα καὶ δεκάται καὶ κόσμοι τῶν πόλεων καὶ πᾶσα ἐπίδοσις καὶ τοιαῦτα ἐπεχωρίασε πράγματα. καὶ οἱ μέν γε τὴν ἡγεμονίαν τῶν Ἑλλήνων μετελάμβανον, ἀνθʼ ὧν τότε εἶξαν ἐν καιρῷ, παρʼ ἑκόντων αὐτῶν τῶν Ἑλλήνων εὑρόμενοι τὸν αὐτὸν τρόπον ὅνπερ αὐτοὶ τόθʼ ἑκόντες παρεῖσαν, οἱ δʼ αὖ τὰς ὁμοίας ἀπεδίδοσαν οἱ Λακεδαιμόνιοι, καὶ οὔτε ἐκώλυσαν οὔτε ἠμφεσβήτησαν, ἀλλʼ ἡγησάμενοι βελτίους ἑαυτῶν εἰς τὰς ναυτικὰς καὶ τὰς ὑπερορίους ἀποδημίας, τοὺς παρʼ αὐτῶν ἄρχοντας καταλύσαντες ἐκείνοις ἐπέτρεψαν ἡγεῖσθαι. ἐκ δὲ τούτου Σηστὸς, Ἰωνία, Κύπρος, Εὐρυμέδων, ἀμφότερα κοσμούμενος κατάλογος νικῶν ναυτικῶν τε καὶ πεζῶν ἐφαμίλλων πάνθʼ ὡς ἔπος εἰπεῖν τὰ κάλλιστα συνείρετο, ἀντανεχώρουν δὲ οἱ βάρβαροι, δεσπότας τοὺς Ἕλληνας ἑαυτῶν ἀντὶ τοῦ βασιλέως νομίζοντες.
529.p20
529.p20
ταῦτα μὲν δὴ τὰ τῆς ὁμονοίας αὐτῶν, κοινὰ μὲν ἀμφοῖν, κοινὰ δʼ ἅπασιν ὧν ἡγοῦντο ἀγαθά. ἐπεὶ δʼ ἐστασίασαν περὶ τῆς ἡγεμονίας καὶ τὴν ἐπιείκειαν νομίσαντες ἀνανδρείαν, τὴν αὐθάδειαν ὡς ἀρετὴν ἐτίμησαν, δημαγωγοὶ δὲ καὶ προστάται παρʼ ἀμφοτέροις ἀντὶ τοῦ προϊδόντες τὸ μέλλον διακωλύειν καὶ παραμυθεῖσθαι τὰ πλήθη παρώξυνον καὶ συνέκρουον τὰς πόλεις, τῆς καθʼ ἡμέραν ἡδονῆς ἅπαντα τὸν ὕστερον χρόνον πωλοῦντες· ἀνεῖπε μὲν ὁ κήρυξ ὁ Σπαρτιάτης, ὥσπερ ἐκ θεῶν του καταπεμφθεὶς, ὅτι ἐκείνη ἡ ἡμέρα μεγάλων τοῖς Ἕλλησι κακῶν ἄρξει· ταῦτα δʼ οὐκ εἰς μακρὰν ἐτελεῖτο. οἱ μὲν γὰρ ἀήττητοι καὶ ἀπόρθητοι δοκοῦντες εἶναι ζῶντες ἤγοντο αὐτοῖς ὅπλοις, καὶ περὶ σπονδῶν ἐδέοντο, ἐξὸν αὐτοὺς ἐξ ἀρχῆς εἰρήνην ἄγειν πεῖσαι· οἱ δὲ τοσοῦτον ἐκείνων ὑπερσχόντες ἐν τῷ πολέμῳ τούτῳ καὶ τοῖς Ἕλλησι πρότερον τῆς ἐλευθερίας αἴτιοι καταστάντες δευτέρου πολέμου συστάντος πάλιν ἑξῆς τοῦ Δεκελεικοῦ, καὶ πρὸς ἁπάσας

Intertext edge

Open linked passage

Note