Orationes 42
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
530.p21
530.p21
πείρας προελθόντες, ἃ μηδʼ εἰπεῖν ἔστʼ ἀδακρυτὶ, ταῦθʼ ἑωρῶντο πάσχοντες, ἕως τά τε τείχη ταῖς ἑαυτῶν χερσὶ κατέσκαψαν καὶ τῆς ἡγεμονίας ἁπάσης ἀπέστησαν. φυγὰς δὲ καὶ σφαγὰς κοινὰς τῶν Ἑλλήνων καὶ πανωλεθρίᾳ πράγματα ἀπολλύμενα οὐδʼ ἂν εἷς λέγων ἐφίκοιτο. εἶχον δὲ τὴν ἀρχὴν ἑκατέραν ἤδη Λακεδαιμόνιοι, καὶ χρόνου βραχέος διελθόντος ἐξέπιπτον μὲν ἐκ τῆς θαλάττης, κατεπατοῦντο δὲ ἐν τῇ γῇ, καὶ παρέρχεται τρίτη πόλις ἀμφοτέρους, ἡ Θηβαίων. καί τινα ἤνθησε χρόνον ἐν τοῖς Ἕλλησιν ὑπερφυῶς· ἀλλὰ γὰρ οὐδʼ αὐτὴ ἄρα ἐν καλῷ τῆς ὁμονοίας καὶ τοῦ σωφρονεῖν ᾠκεῖτο, ἀλλʼ ἅμα τε ἀνῄει καὶ ἀνταφῄρει πάλιν. ὡς δʼ ἐγένοντο τρεῖς αἱ πόλεις καὶ τῶν Ἑλλήνων οἱ μὲν ἠττίκιζον, οἱ δʼ ἐλακώνιζον, οἱ δὲ Θηβαίους ἐθαύμαζον, κοινὸν δὲ οὐδὲν ἦν οὐδὲ γνώμῃ καὶ λογισμοῖς διοικούμενον, εὐθὺς μὲν πόλεμοι Φωκικοὶ καὶ περὶ τὴν Πυλαίαν ταραχαὶ καὶ πράγματα αἰσχύνην ἔχοντα ἀλλήλοις ἐπέβαλλεν, ἡ δὲ τελευταία μοῖρα τῶν Ἑλλήνων ἤδη Φίλιππος ἡγεμὼν καὶ Ἀντίπατρος κύριος. τὸν γὰρ Ἀλέξανδρον ὑπερβήσομαι. πάντα δὲ ἐκεῖνα ὥσπερ ὕδωρ κατὰ γῆς ἔδυ, μικρὸν δὲ λείψανον τῆς Ἑλλάδος εἰς ὑμᾶς ἀγαπητῶς ἀφίκετο ἀρετῇ τῶν νῦν ἀρχόντων ἀναληφθέν. ἆρα μικρόν τι καὶ λῆρον τὸ διάφορον τῆς στάσεως ὑμῖν παρὰ τὴν ὁμόνοιαν φαίνεται; εἰ δʼ αὖ βούλεσθε τοὺς Ἀθηναίους ἐφʼ αὑτῶν θεωρῆσαι, οἳ τῶν μὲν βαρβάρων ἐπιόντων ἐξ ἴσου πολιτευθέντες τοσοῦτον ἁπάντων διήνεγκαν, ἐν δὲ τῷ πρὸς Πελοποννησίους πολέμῳ πάντα τἄλλα ἐνεγκόντες, συμφορὰς ἐν Σικελίᾳ, συμμάχων ἀποστάσεις, Κῦρον, βασιλέα, πάντας ἀνθρώπους ἀνταγωνιστὰς, ὑφʼ ἑνὸς τούτου μόνον ἐξηλέγχθησαν τοῦ διαστῆναι καὶ οὐ πρότερον τῶν πολεμίων ἡττήθησαν πρὶν ἑαυτῶν οὐκ ἐβουλήθησαν. ἐλθόντες δʼ εἰς τοῦτο τύχης ὥστε ὅ γε δῆμος φεύγων ᾤχετο, ἐπειδὴ κατελθόντες ἐψηφίσαντο μὴ μνησικακεῖν, ἄριστά τε ἤκουσαν καὶ πάλιν ἦσαν μικροῦ δεῖν ὥσπερ ἐξ ἀρχῆς.