Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 42
Aristides, Aelius42 531 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
531.p22
531.p22
οὕτω καὶ ἔθνει κοινῇ καὶ πόλεσι ταῖς προεστώσαις καὶ καθʼ ἑαυτὴν ἑκάστῃ πόλει μεγάλων ἀγαθῶν ἡ πρὸς ἀλλήλους φιλία καὶ ὁμόνοια, καὶ τοὐναντίον ἡ στάσις κακῶν τῶν ἐσχάτων αἰτία πέφυκε γίγνεσθαι. οὐ γὰρ ἔστι γνώμῃ δυσκόλῳ χρωμένους εὐκόλων πειρᾶσθαι τῶν πραγμάτων. εἰ δʼ ὅτι μηδεὶς νῦν πόλεμος πάρεστι, φλυαρίαν τις ἡγεῖται ταῦτα, αὐτὸς ἀγνοεῖ ληρῶν. ἔχει γὰρ οὕτως, οἶμαι· ὁπόταν μὲν πόλεμος παρῇ, τοῖς τοῦ πολέμου πράγμασιν ἡ στάσις λυμαίνεται, εἰρήνης δʼ ὑπαρχούσης τοῖς τῆς εἰρήνης ἀγαθοῖς ἐχθρόν ἐστι. βλάπτειν μὲν γὰρ ἀεὶ πέφυκεν, ἡ δὲ βλάβη πρὸς τοὺς καιροὺς ἀπαντᾷ. πάντων δʼ ἀτοπώτατον τοῖς μὲν ἡγεμόσι χάριν μεγίστην ἔχειν, ὅτι τῶν τοῦ πολέμου κακῶν ἀπαθεῖς ὑμᾶς φυλάττουσιν, αὐτοὺς δὲ ὃ πολλῷ μεῖζον κακόν ἐστι τοῦ πολέμου, τοῦθʼ ἑκόντας αἱρεῖσθαι. τοσούτῳ γὰρ στάσις πολέμου χαλεπώτερον, ὅσῳ πόλεμος μὲν ἐξ ὁμονοίας κατορθοῦται, εἰρήνη δὲ στάσει διαφθείρεται, καὶ πολέμου μὲν πολλάκις οὐδέν ἐστʼ ἀπολαῦσαι δυσχερὲς, εἰρήνης δὲ οὐδὲν χρηστὸν, ἐὰν στάσει χρῆται. καὶ μὴν στάσις μὲν εἰρήνην λύει, πόλεμος δὲ στάσιν ἔστιν ᾗ· τοσούτῳ πόλεμος στάσεως αἱρετώτερος· ἀρχὴν δὲ οὗ μὲν ἔνι στάσις, ἐνταῦθα καὶ πόλεμος καὶ πρὸς αὐτοὺς, οὗ δʼ ἔννομος πόλεμος, ἁπλοῦς ἅμα καὶ ῥᾴων ὁ κίνδυνος. καὶ μὴν περὶ πολέμου μὲν ἀμφοτέροις τοῖς λόγοις ἔξεστι χρήσασθαι, καὶ ὡς δεῖ ποιεῖσθαι καὶ ὡς μὴ, στάσιν δὲ οὐδεὶς πώποτε τετόλμηκεν εἰπεῖν ὡς βέλτιον εἰ συμβαίη, οὐδέ γε ὡς, εἰ συμβαίη, βέλτιον μένειν. ἀλλʼ ὑπὲρ μὲν πολέμων λέγουσιν ὡς οὐ χρὴ καταλύεσθαι, ὑπὲρ στάσεως δʼ οὐδεὶς πώποτε ἐκ τοῦ εὐθέος εἶπε τὸ μὴ δεῖν ὡς τάχιστα παύεσθαι· εἰκότως. πόλεμοι μὲν γὰρ ἤδη καὶ σωφροσύνης καὶ ἀνδρείας δόξαν ἤνεγκαν τοῖς ὑποστᾶσι καὶ μείζους ἐξ ἐλαττόνων ἐποίησαν καὶ τήν γʼ εἰς τὸν ὕστερον χρόνον ῥᾳστώνην παρεσκεύασαν. τὸ γὰρ τοῖς ὅπλοις κρατεῖν τῶν ἐχθρῶν ἥκιστα εὐκαταφρονήτους, οἶμαι, ποιεῖ, τοῦτο δὲ οὐ μικρὰ μερὶς εἰς τὸ τὴν

Intertext edge

Open linked passage

Note