Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 42
Aristides, Aelius42 532 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
532.p23
532.p23
αὑτῶν ἀσφαλῶς οἰκεῖν. ἡ δὲ στάσις πάντων τῶν αἰσχρῶν καὶ κακῶν ὡσπερεὶ κεφάλαιόν ἐστι, καὶ μὴ ὅτι τῶν ἄλλων εἶναι κρείττους, ἀλλʼ οὐδʼ αὐτοὺς ἑαυτοῖς ὁμοιοῦσθαι. μὴ γὰρ εἰ μηδὲν ἀνήκεστον νῦν γίγνεται, μηδὲ γὰρ γένοιτό ποτε ὦ Ζεῦ καὶ θεοὶ, ἀλλά τοι τῶν γε πονηρῶν καρπῶν οὐδὲ τὸ σπέρμα φασὶ δεῖν σώζειν. πιστεύειν δὴ χρὴ καὶ Ὅμηρον ἀληθῆ λέγειν, ὡς ἄρα ἔρις ἄρχεται μὲν ἐξ ὀλιγίστου, προέρχεται δὲ ἐπὶ μήκιστον. ἄνευ γὰρ τοῦ πᾶσαν αὐτῷ τὴν Ἰλιάδα εἰς τοῦτο αὐτὸ συγκεῖσθαι καὶ στάσεως εἶναι κατηγορίαν ἅπαν τὸ ποίημα, λέγει δή που καὶ διαρρήδην εἰς τὴν Ἔριν ταυτὶ τὰ ἔπη
532.p23
ἣ ὀλίγον μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
532.p23
οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει.s
532.p23
ἐγὼ δʼ οὐρανοῦ μὲν ψαύειν ἔριν οὐκ ἔχω ὅπως συγχωρῶ· δειναὶ γὰρ αἱ Διὸς, οἶμαι, πύλαι κλεῖσαι πάροδον παντὶ νοσήματι· τοσοῦτον δʼ ἂν ἔχοιμι διισχυρίσασθαι ὅτι ἥκιστα δὴ τοῦτο τῶν ἀνθρωπείων περιγραπτοὺς ἔχει τοὺς ὅρους.
532.p24
532.p24
ὅλως μὲν οὖν οὐδὲν, οἶμαι, χρὴ τοσοῦτον ἆθλον νομίζειν οὔθʼ ὑπὸ γῆς οὔτʼ ἐν φανερῷ κατακείμενον ὥστʼ ἀξιόχρεων εἶναι μανίας τοσαύτης· εἰ δʼ ἄρα δεῖ καὶ τοῦτʼ εἰπεῖν, ἐνθυμεῖσθʼ ὅτι τοῖς Λακεδαιμονίοις τότε καὶ τοῖς Ἀθηναίοις καὶ πρός γʼ ἔτι Θηβαίοις ἦν τι σχῆμα τῶν πρὸς ἀλλήλους πραγμάτων. προστασία γὰρ τῶν Ἑλλήνων καὶ τὸ δοκοῦν ἑαυτοῖς προστάξαι κυρίοις εἶναι καὶ παρʼ ἐκείνους ἰέναι τοὺς δεομένους, καὶ χρημάτων δὴ σύλλογοι καὶ πολλὰ τοιαῦτα ὑπῆρχεν ὥσπερ ἀφορμὴ τῆς φιλονεικίας. οὐ πάντη μὲν, οἶμαι, πράγματα αἱρετὰ—τίς δʼ ἂν φήσειεν εὖ φρονῶν; —ὅμως δʼ εἶχέ τινα νοῦν ὡς εἰπεῖν ἡ νόσος. ὑμεῖς δὲ, ὦ ἄνδρες Ἴωνες, καὶ ὑμεῖς, ὦ ἄνδρες εἴτε αὐτόχθονες εἴτε Ἀρκάδες, χαίρετε ἀκούοντες, εἴ τις ἔροιθʼ ὑμᾶς ἀντὶ τοῦ στασιάζετε καὶ φιλονεικεῖτε καὶ ταράττεσθε καὶ τετύφωσθε, τί πρὸς θεῶν ἀποκρινεῖσθε; ὑπὲρ ποίας ταῦτα ποιεῖν ἡγεμονίας, ἢ τίνων συμμάχων, ἢ ποίων λιμένων, ἢ τριήρων, ἢ φόρων, ἢ τόπων,

Intertext edge

Open linked passage

Note