Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 42
Aristides, Aelius42 533 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
533.p25
533.p25
ἢ τί τοσοῦτόν ἐστι τὸ νικῶν τοὺς λογισμούς; οὐχ οἱ πρόγονοι μὲν ὑμῶν—καί μοι πρὸς Διὸς δοθήτω τι παρρησίας ἤδη· οὔκουν οἵ γε ἰατροὶ πάντα πρὸς ἡδονὴν ἰῶνται, ἀλλʼ ἀγαπητὸν, εἰ μὴ τὰ πλείω μετὰ ἀηδίας. φέρε δὴ καὶ τούτων βραχύ τι μνημονεύσωμεν, ἂν ἄρα ἀκούσαντες ὑφῆτε τοῦ φρονήματος ἀλλʼ ὁσονοῦν— ἐκεῖνοι τοίνυν ἠγάπων, εἴ τινʼ ἔχοιεν τὸν προεστῶτα ἑαυτῶν, καὶ διετέλουν ἐν τούτῳ τῷ σχήματι τοτὲ μὲν Ἀθηναίους εὐεργέτας νομίζοντες ἐλευθεροῦντας σφᾶς ἀπὸ τῶν βαρβάρων, πάλιν δὲ Λακεδαιμονίους ἀπʼ Ἀθηναίων, αὖθις δʼ αὖ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ διδόντες αὑτοὺς ἀσμένως, οὕτω σφόδρα ἀσχόλως εἶχον πρὸς τὸ πρωτεύειν. ἀλλὰ μὴν τά γε νυνὶ πράγματα καὶ τὸν καθεστηκότα ἀγαθῇ τύχῃ θεσμὸν τίς οὕτω παῖς ἐστιν ἢ πρεσβύτης ἔξω τοῦ φρονεῖν, ὅστις οὐκ οἶδεν ὡς μία μὲν πόλις ἡ πρώτη καὶ μεγίστη πᾶσαν ὑφʼ αὑτῇ τὴν γῆν ἔχει, εἷς δʼ οἶκος ἅπαντα ἐξηγεῖται, ἡγεμόνες δʼ ἡμῖν ἐκ νόμου φοιτῶσι καθʼ ἕκαστον ἔτος, τούτοις δʼ ἅπαντα ἐπιτέτραπται καὶ μείζω καὶ ἐλάττω πράττειν, ὅπη ποτʼ ἂν αὐτοῖς δοκῇ βέλτιστον εἶναι; τί οὖν μαθόντες εἰπέ μοι πράγματα ἡμῖν αὐτοῖς παρέχομεν καὶ ὀνειρώττομεν καὶ περὶ τῆς σκιᾶς μαχόμεθα καὶ παρὸν ἡμῖν τῆς ἡσυχίας ἀπολαύειν, ἣν οὗτοι καλῶς ποιοῦντες παρασκευάζουσι, τούτοις τε ἐνοχλοῦμεν οὐδὲν δεομένοις καὶ αὐτοὶ κακῶν ἐπισπάστων ἐπιθυμοῦμεν, ὥσπερ οὐκ ἔχοντες τοῖς ἀγαθοῖς ὅ τι χρησόμεθα; τίς γὰρ οὐκ ἂν ἀμφιγνοήσειε τὸν τρόπον, ὃν νῦν τοῖς ἡγεμόσι προσφερόμεθα; εὐνοϊκῶς μὲν γὰρ οἶμαι καὶ πιστῶς. τί δὲ οὔ; τίνες μὲν οὖν μᾶλλον ἡμῶν; ἀλλʼ ὁμιλοῦμέν γε αὐτοῖς οὐκ οἶδʼ ὅπως αὐθάδειαν τῇ κολακείᾳ κεραννύντες. ὁπόταν γὰρ πλείω μὲν ἕκαστοι θεραπεύειν αὐτοὺς ἀξιῶσιν ἢ ʼκεῖνοι δέονται, χρόνον δὲ τάττωσιν ὅσον χρὴ μένειν παρʼ ἑαυτοῖς, ἀπειλοῦντες ὡς, εἰ μὴ πείθοιντο, οὐκ ἀνέξοιντο, πάντα δʼ ὑπισχνῶνται καὶ ἑκοῦσι καὶ ἄκουσιν ὑπηρετήσειν, χρῆσθαι δʼ αὐτοῖς μόνοις

Intertext edge

Open linked passage

Note