Orationes 42
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
535.p28
535.p28
αὐτοὺς εἰδότας, αὐτοὺς ὀνομάζοντας, φιλοτιμουμένους τῇ προσρήσει τὰς τῆς ὁμονοίας ἀφορμὰς εἰς τὴν στάσιν ἐκτρέπειν, καὶ ταῖς τῶν ὀνομάτων εὐφημίαις εἰς δυσχέρειαν τῶν πραγμάτων καταχρῆσθαι, καὶ νοσεῖν ἐκ τούτων ἐξ ὧν εἰκὸς ἦν ἀπαλλάττεσθαι τίς οὐκ ἂν φαίη παραπλήσιον εἶναι ὥσπερ ἂν εἴ τινες ἐκ τῶν φαρμάκων τῶν πρὸς σωτηρίαν παρεσκευασμένων μὴ ὅτι βέλτιον ἀπαλλάττοιεν, ἀλλὰ καὶ διαφθείροιντο; μηδαμῶς, ὦ χρηστοί. τῷ μὲν γὰρ αὔξειν ἐθέλειν τὰς αὑτῶν πατρίδας καὶ τὰ ὑπάρχοντα κοσμεῖν οὐδʼ ἂν εἷς νεμεσήσειεν, ὃ δὲ τούτῳ πρόσεστιν ἀηδίας ἀφελεῖν ἔγωγε συμβουλεύω. ἔσται δὲ τοῦτο εἴπω βούλεσθε πῶς; ἀλλʼ ὅπως ἀκούσεσθε εὐμενῶς· ἐὰν, ὦ μακάριοι, τοῦ θαυμάζειν τοὺς λίθους ἀνῆτε μικρόν τι καὶ νομίσητε πλείονος ἀξίους ὑμᾶς αὐτοὺς τῶν οἰκοδομημάτων καὶ πιστεύσητε ἀληθὲς εἶναι τὸ πάλαι τοῦτο, ὡς ἄρα οὐ τείχη οὐδὲ ᾠδεῖα οὐδὲ στοαὶ οὐδὲ ὁ τῶν ἀψύχων κόσμος αἱ πόλεις εἶεν, ἀλλʼ ἄνδρες αὑτοῖς εἰδότες θαρρεῖν. τοῦτο δʼ ἐστὶν οὐ τὸ τῶν πλησίον εἰκῆ καταφρονεῖν οὐδὲ τὸ πάντʼ αὐτοὺς ἔχειν οἴεσθαι, πόθεν; ἀλλὰ τὸ μικρὸν δὴ καὶ ἁπλοῦν τὸ εὖ φρονεῖν. οἱ γὰρ τοῦτʼ ἔχοντες ἐν ταῖς γνώμαις ἥκιστα μὲν εἰς τείχη καὶ λιμένας καταφεύγουσιν, ἥκιστα δὲ χρημάτων καὶ στοῶν καὶ πάσης ἐπακτοῦ φιλοτιμίας προσδέονται, ἴσασι δʼ ὅτι κἂν ὑπαίθριοι σκηνῶνται, οὐδέν εἰσι φαυλότεροι Βαβυλωνίων μεθυόντων εἴσω πυλῶν. πάντων δὲ κάλλιστον ὑπάρχει πρὸς εὐθυμίαν αὐτοῖς· οὐ γὰρ ἡγοῦνται προσθήκην αὑτοὺς εἶναι τῶν ὑπαρχόντων, ἀλλὰ πάνθʼ ὅσα ἂν κτήσωνται δεύτερα ἑαυτῶν εἶναι νομίζουσι. καὶ μὴν ἐκεῖνα μὲν τὰ καλλωπίσματα καὶ δαπάνης καὶ χρόνου καὶ τῆς παρὰ τῶν βαναύσων βοηθείας προσδεῖται, τοῦτο δʼ ἐν μέσῳ πᾶσι πρόκειται τοῖς δυνατοῖς ἰδεῖν καὶ οὐδὲν δεῖ πραγματείας, ἀλλʼ ἀπόχρη βουληθεῖσιν ἔχειν τἀγαθόν. δεῖ δὲ τοὺς ὀρθῶς βουλευομένους τῶν μὲν πολεμίων πάντως ἐθέλειν κρατεῖν, τῶν δʼ ἐπιτηδείων εἰδέναι ὅτε καιρὸς