Orationes 42
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
536.p29
536.p29
ἡττᾶσθαι. οὐ γὰρ ἅπασα νίκη καλὴ, οὐδʼ ἐκ θεῶν ἀνθρώποις παραγίγνεται. μεστὴ δὲ καὶ ἡ τραγωδία τῶν ταῦτα παραινούντων. ὁ μέν γέ τις αὐτῶν που λέγει φίλων γὰρ ἄρξεις μὴ κρατῶν ὅσον θέλεις, ὁ δʼ αὖ φησι κρατεῖς τοι τῶν φίλων ἡσσώμενος. Δημοσθένης δὲ ἐπιστέλλων Ἀθηναίοις περὶ τῆς ὁμονοίας τὴν μὲν ἐν τοῖς τοιούτοις ἧτταν καλὴν καὶ προσήκουσαν ἔφη νίκην παρὰ τοῖς εὖ φρονοῦσι κρίνεσθαι λέγων, ἣν γονέων υἱεῖς ἡττῶνται, ὃ καὶ πολῖται συγχωροῦσιν ἀλλήλοις. ἐὰν οὖν καὶ ὑμεῖς τούτοις τοῖς λογισμοῖς ἐθελήσητε χρήσασθαι καὶ πρῶτον μὲν αὐτοὶ γνώμης οὕτως ἔχητε ὥστʼ ἀντʼ ἐραστῶν ἀλλήλοις καταστῆναι, ἐνθυμηθέντες ὡς οὐδʼ ὅστις κάλλιστος ἑαυτοῦ πώποτʼ ἠράσθη, ἀλλʼ ἑτέρου του, ἔπειτα δὲ καὶ τοῖς προεστηκόσι καὶ πολιτευομένοις παρʼ ἑκάστοις ὑμῶν παραστῇ τὸ ἐπʼ ἀδείας ταῦθʼ ὑμᾶς κατεπᾴδειν, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ νῦν τὰ πρὸς τὴν φιλονεικίαν ἐξάγοντα πάνθʼ εὑρίσκουσι καὶ λέγειν καὶ πράττειν, οὕτω τοῦ λοιποῦ περὶ τῆς φιλίας καὶ τῆς ὁμονοίας τῆς πρὸς ἀλλήλους ὑμῶν φιλοτεχνεῖν, ἴσως ἂν ὥσπερ ἄλλο τι πρᾶγμα τῆς προσηκούσης μελέτης τυγχάνον καὶ τοῦθʼ ὑμῖν ἀκριβωθείη τε καὶ συμμείνειεν ὡς εἰπεῖν ἐν τῷ τῆς εὐχῆς ῥήματι. νῦν δʼ οὕτως ἀλογίστως διακείμεθα ὥστε ὑφʼ ὧν μὲν οὐδʼ ὁτιοῦν χρηστὸν πείσεσθαι προσδοκῶμεν, ὑπὲρ τούτων ἐρίζομεν καὶ μαχόμεθα, ὧν δʼ ἐξῆν ἡμῖν ἐπιεικείᾳ χρωμένοις ἀπολαύειν παρʼ οὐδὲν ποιούμεθα, καὶ ταῦθʼ, ὥς γʼ ἐγὼ μέμνημαι, καὶ τοῦ κρατίστου τῶν βασιλέων καὶ πάντας παιδείᾳ παρελθόντος αὐτοῦ διαρρήδην περὶ τούτων ἐπιστείλαντος τὸ κατʼ ἀρχὰς εὐθὺς καὶ ὑποσχομένου τούτους βελτίστους καὶ ἀρίστους κρινεῖν, οἵτινες ἂν τῆς ὁμονοίας ἄρχωσιν ἑκόντες εἶναι. νῦν δʼ ὅταν μὲν σεισμὸς ἤ τις κίνδυνος καταλαμβάνῃ, γνωρίζομεν ἀλλήλους καὶ συνευχόμεθα καὶ διὰ τοὺς ἑτέρους ἅτεροί φασι σώζεσθαι, ὥστε πολλὴν ἄξιον εἶναι τοῖς κινδύνοις χάριν εἰδέναι, ἐπειδὰν δὲ ἐφʼ ἡμῶν αὐτῶν γενώμεθα καὶ τοῦ πράττειν ἃ βουλόμεθα, αὐτοὶ καθιστάμεθα ἡμῖν αὐτοῖς ἀντὶ τῶν σεισμῶν, καὶ οὔτε ἡσυχίαν ἄγειν οὔτε κοινόν τι φρονῆσαι δυνάμεθα,