Orationes 42
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
537.p30
537.p30
ὥσπερ δὲ ἐν τρυτάνῃ φορτίων ἐξαιρεθέντων ἄνω καὶ κάτω κινούμεθα τὴν διὰ κενῆς, οὕτως ἔοικέ τι καὶ τρυφῆς ἐνεῖναι τῷ πράγματι.
537.p31
537.p31
οὐ παύσεσθε, ὦ θαυμάσιοι, καὶ γνώσεσθε ὅτι ταῦτα μὲν οἷς προσκείμεθα εἰ καὶ πολλοῦ τινος ἄξια, ἀλλʼ οὖν θνητὰ καὶ τῆς δευτέρας μερίδος, γνώμη δὲ ἀγαθὴ πάντων οἰκειότατον τοῖς κρείττοσιν, ἧς οὐκ ἐλάχιστον μέρος τὸ πρὸς φιλίαν ἐπιτηδείως ἔχειν; μὴ γὰρ οἴεσθε ἐν μὲν ταῖς πολιορκίαις τὸ διεσπάσθαι ταῖς φυλακαῖς ἁπάντων ἀλυσιτελέστατον εἶναι, ἐν δὲ ταῖς πολιτείαις καὶ ταῖς πρὸς ἀλλήλους ὁμιλίαις τὰ πολλὰ μέρη λυσιτελεῖν, ἀλλὰ τὴν ἁρμονίαν εἴπερ που κἀνταῦθα κρατεῖν. οὗτος ὁ τῶν πόλεων κόσμος ἀληθινὸς, τοῦτο μέγιστον φυλακτήριον, τοῦτο σχῆμα κάλλιστον. ταῦτʼ ἐστὶν ἄνω βλεπόντων, οὐκ εἰς ὀρύγματα καὶ πέτρας, ταῦθʼ ὡς ἀληθῶς ἑορακότων τὴν φύσιν, οὐ τὴν τῶν λίθων οὐδὲ τῶν ξύλων, ἀλλʼ ὑφʼ ᾗ πάντα ἄγεται, ταῦτα ὃ τῆς θείας πολιτείας μέρος ἡμῖν ἐπιβάλλει μετειληφότων, ἐπεὶ καὶ τὸν πάντα οὐρανὸν καὶ κόσμον, ὃς τὸ κάλλιστον ἁπάντων σχῆμα καὶ πρόσρημα εἴληφε, μία δή που γνώμη καὶ φιλίας δύναμις διοικεῖ· καὶ μετὰ ταύτης ἥλιός τε πορεύεται τὴν αὑτοῦ χώραν φυλάττων διʼ αἰῶνος καὶ σελήνης φάσματα καὶ ἀστέρων φορὰ χωρεῖ καὶ ὡρῶν περίοδοι καὶ τάξεις ἑκάστων πρὸς ἄλληλα καὶ ἀποστάσεις τε αἱ καθήκουσαι καὶ πάλιν ἁρμονίαι φυλάττονται, νικώσης τῆς ὁμολογίας, διαφορᾶς δὲ οὐδεμιᾶς ἐνούσης οὐδὲ ἐγγιγνομένης, ἀλλὰ τῷ θεσμῷ πάντων συγκεχωρηκότων καὶ μιᾷ γνώμῃ περὶ παντὸς τοῦ προσήκοντος χρωμένων. ὥστʼ εἰ τὸ μιμεῖσθαι τοὺς κρείττους εὖ φρονούντων ἐστὶν, εὖ φρονούντων ἂν εἴη καὶ τὸ ὡς οἷόν τε μάλιστα ἕν τι τοὺς σύμπαντας αὐτοὺς ἡγεῖσθαι. ὑπάρχει δʼ ὑμῖν καὶ τῶν ἀνθρωπείων παράδειγμα ἐν ὀφθαλμοῖς τὸ μέγιστον, οἱ πάντα ἄριστοι βασιλεῖς, οἷς πολλῶν καὶ μεγάλων ὑπαρχόντων κάλλιστον εἶναι δοκεῖ ἡ πρὸς ἀλλήλους ὁμόνοια καὶ σπουδή. ἐκεῖνοι μέντοι πασῶν πόλεων ἄρχοντες καὶ μειζόνων καὶ ἐλαττόνων ἁπάσαις