Orationes 42
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
538.p32
538.p32
κεκοίνωνται. καίτοι πῶς οὐκ ἄτοπον μακαρίζειν μὲν αὑτοὺς ὑπὸ τοιούτων ἀρχομένους, τούτους δʼ εἰς ὅσον ἔξεστι μὴ ἐθέλειν μιμεῖσθαι; καὶ μὴν βασιλεῖς μὲν ἄριστʼ ἂν ἄγοιεν τὰ τῶν ἀνθρώπων πράγματα τοῖς τῶν ὅλων κυρίοις ὁμοιοῦντες ἑαυτοὺς τοῖς θεοῖς, πόλεις δʼ ἄριστʼ ἂν ἄγοιντο ἐγγυτάτω τῆς τῶν ἀρχόντων γνώμης ἰοῦσαι. ἡμῖν δʼ ὅσῳ καὶ διαφερόντως τῶν ἄλλων ὑπάρχει τιμᾶσθαι καὶ ὑπὸ τῶν βασιλέων καὶ ὑπὸ τῶν κατʼ ἐνιαυτὸν ἐπισκόπων ἀφικνουμένων—ὅθεν γὰρ ἠρξάμην ἐνταῦθα καὶ λήξω— πῶς οὐ καὶ τὴν πρόνοιαν εἰκὸς εἶναι πλείω τοῦ μή τι φαίνεσθαι ποιοῦντας ὃ μὴ τούτοις ἂν δόξειεν οὐ καλῶς ἔχειν; μηδαμῶς. ἀλλὰ καὶ τῶν θεῶν ἕνεκʼ αὐτῶν καὶ τῶν θείων βασιλέων καὶ πάντων τῶν ὄντων καλῶν καὶ νενομισμένων βουληθῶμεν καταστῆναι καὶ μίαν ταύτην εἰ οἷόν τʼ εἰπεῖν φιλονεικίαν φιλονεικῆσαι πρὸς ἀλλήλους οἵτινες ἄρξουσι πρῶτοι τῆς ὁμονοίας καὶ οἵτινες πλείω καὶ σαφέστερα τῆς εἰς τοὺς ἑτέρους ἀρετῆς ἔργα ἀποδείξονται. ἐγὼ μὲν οὖν καὶ βούλομαι ταῦτα καὶ προσδοκῶ, καὶ τοὺς λόγους τούτους εἰρῆσθαί μοι δεξαίμην ἂν μᾶλλον ἢ τὰ πλεῖστα καὶ μέγιστα τῶν οἰκοδομημάτων ἀνεστακὼς ὑμῖν εἶναι, πλὴν ἱερῶν λέγω. ὑμεῖς δὲ ἂν μὲν πείθησθε, ἔργῳ δῆλον ποιήσετε ὅτι ὑμῖν οὐδὲν ἡμάρτηται, τοῖς δὲ ἀποκνήσασι μέχρι τούτου μνησθῆναι περὶ τούτων πρὸς ὑμᾶς· ἂν δὲ ἑτέρως, ὃ μὴ γένοιτο, σχῆτε, καλὴν αὐτοῖς τὴν ἀπολογίαν ποιήσετε. δόξουσι γὰρ ὀρθῶς σεσιωπηκέναι, συνειδότες ὡς ὑμῶν μὲν οὐδένα βελτίω ποιήσειν ἔμελλον, αὐτοὶ δʼ ἅπασιν ὑμῖν προσκρούσειν. ὥστʼ ἀμφότεροι φιλοτιμηθῶμεν, κἀμοί τε πρὸς ὑμᾶς εἰρήσθω μετὰ πάσης εὐνοίας ἅμα καὶ ἀνδρείας τὰ βέλτιστα, ὑμεῖς τε ὅτι οὐ μάτην ταῦτʼ ἐστὶ λέγειν πρὸς ὑμᾶς, ἀλλʼ ἴστε χρῆσθαι τοῖς τὰ βέλτιστα συμβουλεύουσι, τοῦτʼ ἐπιδείξατε.