Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 43
Aristides, Aelius43 539 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
539.p1
539.p1
ἄνδρες οἱ περιλειπόμενοι Ῥοδίων, τῶν μὲν συμβεβηκότων οὔτε ἐπιλαθέσθαι ῥᾴδιον οὔτε μεμνημένους μετρίως φέρειν. μὴ γὰρ ὅτι ὑμῖν, οἵ ποτε εὔχεσθε Ῥόδον οἰκεῖν, ἀλλὰ καὶ τοῖς ὅλως τελοῦσιν εἰς Ἕλληνας, τίς ἂν μείζων συμφορὰ τῆς παρούσης γένοιτο, τοῦ κόσμου τοῦ κοινοῦ γένους ἀπολωλότος; μάλιστα δʼ ἄν τις στενάξειεν ἐνθυμηθεὶς ὅτι πρόσθεν μὲν τοῦτο μέγιστον εἰπεῖν ἦν περὶ τῆς πόλεως διαλεγόμενον, ὅτι παρὰ μὲν τοῖς ἄλλοις λόγους ἐστὶν ἀκοῦσαι καὶ τροπαίου τι λοιπὸν ἰδεῖν καὶ μνῆμα καὶ κρήνην, καὶ δείκνυσιν ὁ περιάγων ἐν ἀμυδροῖς τοῖς γνωρίσμασιν, οὑτοσὶ μὲν Σεμέλης θάλαμος, οὑτοσὶ δὲ Ἁρμονίας, ἢ Λήδας, ἤ τι τῶν τοιούτων, παρʼ ὑμῖν δὲ μόνοις γενόμενον ἦν ἰδεῖν ἀκριβῶς, οὐκ ἀκοῦσαι τὴν πόλιν ἥτις ἦν. ὥσπερ γὰρ ἀρτίως ἀπειργασμένης ἅπαντα ἐφαίνετο, ὥστʼ εἶναι τὸ πρᾶγμα μὴ θρήνῳ προσεοικὸς, ἀλλʼ ἔκπληξιν καὶ ζῆλον ἅπασιν ἔχον τοῖς ὁρῶσιν. εἰσπλέοντι μὲν εὐθὺς λιμένες τοσοῦτοι καὶ τηλικοῦτοι, προβλῆσι λίθοις εἰς τὸ πέλαγος ἐξανεστηκότες, οἱ μὲν τοὺς ἀπʼ Ἰωνίας, οἱ δὲ τοὺς ἀπὸ Καρίας δεχόμενοι, οἱ δὲ τοὺς ἀπʼ Αἰγύπτου καὶ Κύπρου καὶ Φοινίκης, ὥσπερ ἄλλος ἄλλῃ πόλει πεποιημένος εἰς ὑποδοχήν. ἐπικείμενα δὲ τοῖς λιμέσι τὰ νεώρια ὅσα καὶ οἷα ἦν, ὅτε τῆς θαλάττης ἐκρατεῖτε, καὶ οὐδὲν ἐλάττω παρὰ τὸν χρόνον, οὐδʼ εἰκάζειν ἀναγκάζοντα ὅπου ποτʼ ἦν ἄρα, ἀλλʼ αὐτὰ ὁρώμενα ἐκπλήττοντα. ὧν καὶ τὰς στέγας εἴ τις ἄνωθεν κατεθεάσατο, εἴκασεν ἂν πεδίῳ κρεμαστῷ τινι. τριήρεις δʼ ἐπὶ τούτοις ὑπῆρχεν ἰδεῖν δικρότους καὶ τρικρότους καὶ εἰς ἑπτὰ καὶ εἰς ἐννέα

Intertext edge

Open linked passage

Note