Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 43
Aristides, Aelius43 540 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
540.p2
540.p2
στοίχους, τὰς μὲν πλοΐμους, τὰς δʼ ἀποκειμένας ὥσπερ ἐν ταμιείῳ. ὧν εἴ τις ἐβούλετο πλεῖν ἡντινοῦν καθελκύσας, ἐξῆν. ἑτέρων δʼ ἐμβόλους χαλκοστόμους, τοὺς μὲν περὶ τοὺς λιμένας, τοὺς δὲ ἐν τοῖς ἄνω τόποις τῆς πόλεως μεμερισμένους σὺν πολλοῖς καὶ λαμπροῖς τοῖς λαφύροις, τοὺς μὲν ἀπὸ τοῦ Τυρρηνῶν λῃστικοῦ, τοὺς δʼ ἀπὸ τῶν ἔργων τῶν σὺν Ἀλεξάνδρῳ, τοὺς δʼ εἴ ποθεν αὐτῶν ἕκαστος εἰσῆκτο εἰς τὴν πόλιν. τεμένη δὲ θεῶν καὶ ἱερὰ καὶ ἀγάλματα τοσαῦτα μὲν τὸ πλῆθος, τηλικαῦτα δὲ τὸ μέγεθος, τοιαῦτα δὲ τὸ κάλλος, ὥστʼ ἄξια εἶναι τῶν ἄλλων ἔργων χαριστήρια, καὶ ὡς μὴ εἶναι διακρῖναι τί τις αὐτῶν μᾶλλον θαυμάσειεν· ὧν γε καὶ ἓν τὸ τυχὸν ἱκανὴν ἑτέρᾳ πόλει φιλοτιμίαν εἶχεν. ἐπὶ δὲ τούτοις εἰκόνας μὲν χαλκᾶς πρὸς ἁπάσας τὰς ἐν τῇ λοιπῇ Ἑλλάδι, γραφὰς δὲ τέχνης πάσης ἄλλας ἀλλαχοῦ τῆς πόλεως ἀνακειμένας, καὶ κόσμους τοὺς μὲν μόνους ὄντας ἐνταῦθα, τοὺς δὲ καλλίστους· καὶ τὴν μὲν ἀκρόπολιν πεδίων καὶ ἀλσῶν μεστὴν, τῆς δʼ ἄλλης πόλεως οὐδὲν ἕτερον ἑτέρου ὑπερέχον, ἀλλὰ διαρκῆ καὶ ἴσην τὴν κατασκευὴν οὖσαν, ὡς γένοιτʼ ἂν οὐ πόλεως, ἀλλὰ μιᾶς οἰκίας. ἀγυιὰς δὲ ἐξ ἀρχῆς εἰς τέλος διηνεκεῖς, ἥκιστα ἀξίας καλεῖσθαι στενωπούς· λαμπρὰν δὲ λαμπρῶς ἀποτεταμένην πανταχῆ τὴν πόλιν. τὸ δὲ ἐπὶ πᾶσι καὶ πρὸ πάντων θαῦμα καὶ ὀφθαλμοῖς κόρον οὐκ ἔχον, τὸν τῶν τειχῶν κύκλον καὶ τῶν ἐγκαταμεμιγμένων πύργων τὸ ὕψος καὶ κάλλος, ἀντὶ λαμπτήρων τοῖς προσπλέουσιν ὂν, ὥστʼ εἶναι μόνον τοῖς εἰς Ῥόδον καταίρουσι καὶ προσορῶσι μείζοσιν εὐθὺς τὴν γνώμην γίγνεσθαι. τὸ δὲ πάντων κάλλιστον οὐκ ἀπηρτημένον τὸν κύκλον τοῦτον τῆς ἄλλης πόλεως οὐδὲ κενὸν οὐδὲν ἐν μέσῳ ποιοῦντα, ἀλλὰ προσεχῆ τῇ πόλει, ὥσπερ στέφανον κεφαλῇ περιθέοντα.
540.p3
540.p3
μόνην δὲ ἦν εἰπεῖν τὴν Ῥόδον καὶ κατʼ οἰκίαν καὶ κοινῇ τετειχίσθαι. ἐώκει γὰρ αὐλῆς ἕρκει τὰ τείχη καὶ τοσοῦτον ἠδύνατο παρὰ τὴν εἴσω πόλιν, ὅσον ὁρίζειν

Intertext edge

Open linked passage

Note